Kitap 40
35.1
πράξας δὲ ταῦτα ὁ Καῖσαρ ἐπὶ τὴν χώραν αὐτῶν ἐπεστράτευσε. καὶ ἐπειδὴ πολεμούμενοι τὰς γεφύρας οἱ λοιποὶ Ἀρουερνοὶ προεκεκρατήκεσαν δι’ ὧν διαβῆναι αὐτὸν ἐχρῆν, ἀπορήσας ὅπως περαιωθῇ, ἐπιπαρῆλθεν ἐπὶ πολὺ παρὰ τὴν ὄχθην, o)/xqhn R. Steph., o)/xqan L. εἴ πως ἐπιτηδείου τινὸς χωρίου ὥστε πεζῇ διʼ
35.2
αὐτοῦ τοῦ ὕδατος διελθεῖν λάβοιτο. κἀκ τούτου ἔν τε ὑλώδει τινὶ καὶ ἐν συσκίῳ τόπῳ γενόμενος τὰ μὲν σκευοφόρα καὶ τοῦ στρατοῦ τὸ πλεῖον προέπεμψε, μακρὰν makra\n Reim., makra=i L. ἐκτεταμένῃ τάξει κελεύσας αὐτοὺς προϊέναι, ὥστε καὶ πάντας σφᾶς ἐνταῦθα
35.3
εἶναι δοκεῖν· αὐτὸς δὲ μετὰ τῶν ἐρρωμενεστάτων ὑπέμεινε, καὶ ξύλα τε ἔτεμε καὶ σχεδίας ἐποίησε καὶ ἐπʼ αὐτῶν διέβη τὸ ῥεῦμα, τῶν βαρβάρων πρός τε τοὺς ἐν τῷ πρόσθεν πορευομένους τὸν νοῦν ἐχόντων καὶ τὸν Καίσαρα μετʼ αὐτῶν εἶναι
35.4
λογιζομένων. καὶ μετὰ τοῦτο τούς τε προεληλυθότας νυκτὸς ἀνεκαλέσατο, καὶ διαβιβάσας αὐτοὺς ὁμοίως τῆς μὲν χώρας ἐκράτησε, τῶν δʼ ἀνθρώπων ἐς Γεργοουίαν *gergooui/an *(gergoui/an' Leuncl., gorgoqui=an L. συγκαταφυγόντων καὶ ἐκεῖσε πάντα τὰ τιμιώτατά σφισι συγκομισάντων πλεῖστον
36.1
πόνον μάτην αὐτοῖς προσεδρεύων ἔσχε. τό τε γὰρ φρούριον ἐπί τε λόφου καρτεροῦ ἦν καὶ τείχεσιν ἰσχυρῶς ἐκεκράτυντο, καὶ οἱ βάρβαροι πέριξ αὐτὸ πάντα τὰ μετέωρα κατειληφότες περιεφρούρουν, ὥστε καὶ μένειν αὐτοῖς κατὰ χώραν ἀσφαλῶς ὑπάρχειν καὶ ἐπικαταθέουσι πλεονεκτεῖν