Thesauros Edebiyat Tarih Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) Cassius Dio Cocceianus

Kitap 40

31.1 Ῥούφου ὑπάτων, ἐπαύσατο· ἐν δὲ τῷ αὐτῷ ἐκείνῳ χρόνῳ καὶ ὁ Καῖσαρ τὰ ἐν τῇ Γαλατίᾳ ταραχθέντα αὖθις μάχαις κατέλαβε, πολλὰ πάνυ τὰ μὲν αὐτὸς τὰ δὲ καὶ διὰ τῶν ὑποστρατήγων πράξας,
31.2 ὧν ἐγὼ τὰ ἀξιολογώτατα διηγήσομαι μόνα. ὁ γὰρ Ἀμβιόριξ τοὺς Τρηουήρους χαλεπῶς ἔτι e)/ti R. Steph., e)pei\ L. καὶ τότε τῷ τοῦ Ἰνδουτιομάρου θανάτῳ ἔχοντας παραλαβὼν τά τε αὐτόθεν ἐπὶ πλεῖον συνέστησε, καὶ παρὰ τῶν Κελτῶν μισθοφορικὸν μετεπέμψατο.
31.3 βουληθεὶς οὖν ὁ Λαβιῆνος, πρὶν ἐκείνους ἐπελθεῖν, συμμῖξαί σφισι, προενέβαλεν ἐς τὴν τῶν Τρηουήρων χώραν. καὶ ἐπειδὴ μὴ ἠμύνοντο τὴν ἐπικουρίαν ἀναμένοντες, ἀλλὰ ποταμόν τινα διὰ μέσου ποιησάμενοι ἡσύχαζον, συνεκάλεσε τοὺς στρατιώτας, καὶ ἐδημηγόρησε τοιάδε ἀφʼ ὧν τούς τε σφετέρους καταπλήξειν καὶ ἐκείνους Lacuna recognized by Leuncl. ἔμελλε,
31.4 χρῆναί τέ σφας ἔλεγε, πρὶν τοὺς Κελτοὺς αὐτοῖς ἐπαμῦναι, πρός τε τὸν Καίσαρα καὶ ἐς τὸ ἀσφαλὲς ἀποχωρῆσαι, ἐσήμηνέ e)sh/mhne/ Bk., shmh=nai L. τε εὐθὺς συσκευάσασθαι. καὶ ἐξανέστη οὐ πολλῷ ὕστερον, προσδοκήσας
31.5 ἔσεσθαι τοῦτο ὃ καὶ ἐγένετο. οἱ γὰρ βάρβαροι ἀκούσαντες ταῦτα (ἦν γὰρ αὐτοῖς ἐπιμελές, καὶ δι’ αὐτό γε τοῦτο καὶ φανερῶς ἐλέχθἠ δεδιέναι dedie/nai Rk., diie/nai L. τε αὐτὸν ὄντως καὶ φυγὴν ὡς ἀληθῶς ποιεῖσθαι ἐπίστευσαν, καὶ τὸν ποταμὸν σπουδῇ διαβάντες θυμῷ ἐπʼ αὐτοὺς ἐχώρουν, ὡς τάχους ἕκαστος εἶχε.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi