Kitap 40
29.2
οὐδὲ ἠδυνήθησαν ἐς αὐτὸ ἐσελάσαι, ἐνενόησαν μὲν τά τε δένδρα κόψαι καὶ τὸ χωρίον πᾶν ψιλῶσαι, ὅπως καὶ θαρσούντως καὶ ἀσφαλῶς τῇ πόλει προσμίξωσι, μὴ δυνηθέντες δέ (ὅ τε γὰρ πόνος πολὺς ἐγίγνετο καὶ ὁ χρόνος ἄλλως ἀναλοῦτο, ὅ τε Κάσσιος τοὺς ἀποσκεδαννυμένους σφῶν ἐλύπει) ἀπανέστησαν ὡς καὶ ἐπʼ ἄλλο τι ἐπιστρατεύσοντες. e)pistrateu/sontes R. Steph., e)pistrateu/ontes L.
29.3
κἀν τούτῳ ὁ Κάσσιος ἔς τε τὴν ὁδὸν διʼ ἧς ἀποπορεύεσθαι ἔμελλον ἐλόχισε, κἀνταῦθα ἐπιφανείς σφισι μετʼ ὀλίγων ἔς τε δίωξιν αὐτοὺς ὑπηγάγετο, καὶ περιστοιχισάμενος ἄλλους τε καὶ τὸν Ὠσάκην ἀπέκτεινε. τελευτήσαντος δʼ ἐκείνου πᾶσαν τὴν Συρίαν ὁ Πάκορος ἐξέλιπε, καὶ οὐδʼ αὖθίς ποτε ἐς αὐτὴν ἐσέβαλεν.
30.1
ἅμα δὲ οὗτος ἀνεκεχωρήκει καὶ ὁ Βίβουλος ἄρξων τῆς Συρίας ἀφίκετο, καίπερ ἐψηφισμένου μηδένα μήτε στρατηγὸν μήθʼ ὕπατον μήτε εὐθὺς μήτε πρὸ πέμπτου ἔτους ἐς τὰς ἔξω ἡγεμονίας ἐξιέναι, ἵνα μὴ διὰ τοῦτο σπουδαρχοῦντες στασιάζωσι.
30.2
καὶ αὐτὸς μὲν ἐν ἡσυχίᾳ τὸ ὑπήκοον διήγαγε, τοὺς δὲ δὴ Πάρθους ἐπʼ ἀλλήλους ἔτρεψε· Ὀρνοδαπάτην *)ornodapa/thn Bs., o)rnodapa/nth L. γάρ τινα σατράπην ἀχθόμενον τῷ Ὀρώδῃ προσποιησάμενος, ἀνέπεισε διʼ ἀγγέλων τόν τε Πάκορον βασιλέα στήσασθαι καὶ ἐπʼ ἐκεῖνον μετʼ αὐτοῦ στρατεῦσαι.
30.3
ὁ μὲν οὖν πόλεμος οὗτος, ὅ τε τῶν Ῥωμαίων καὶ ὁ τῶν Πάρθων, o(/ te *pa/rqwn regarded by v. Hers. as a gloss. τετάρτῳ ἔτει ἀφʼ οὗ ἤρξατο, h)/rcato Reim., h)/rcanto L. ἐπί τε Μάρκου Μαρκέλλου *marke/llou Xyl., markelli/nou L. καὶ ἐπὶ Σουλπικίου