Thesauros Edebiyat Tarih Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) Cassius Dio Cocceianus

Kitap 40

1.2 παρεσκευάσατο. καὶ ἐπειδὴ πλόιμα ἐγένετο, e)ge/neto R. Steph., e)ge/nonto L. ἐς τὴν Βρεττανίαν αὖθις ἐπεραιώθη, πρόφασιν μὲν ὅτι μὴ πάντας τοὺς ὁμήρους οὓς ὑπέσχοντό οἱ ἐπεπόμφεσαν, νομίζοντες αὐτόν, ὅτι διὰ κενῆς τότε ἀνεχώρησε, μηκέτʼ αὖθίς σφων πειράσειν, ποιησάμενος, ἔργῳ δὲ δεινῶς τῆς νήσου ἐφιέμενος, ὥστε εἰ μὴ καὶ τοῦτο ἦν, πάντως ἂν
1.3 ἄλλην τινὰ σκῆψιν εὑρεῖν. κατῆρέ τε οὖν ἔνθα καὶ πρότερον, μηδενὸς ὑπό τε τοῦ πλήθους τῶν νεῶν καὶ ὑπὸ τοῦ πολλαχόσε ἅμα αὐτὰς κατασχεῖν τολμήσαντος ἀντιστῆναι, καὶ τὸ to\ Rk., to\n L. ναύσταθμον
2.1 εὐθὺς ἐκρατύνατο. οἱ οὖν βάρβαροι τὸν μὲν πρόσπλουν αὐτοῦ οὐκ ἠδυνήθησαν διὰ ταῦτα κωλῦσαι, δείσαντες δὲ μᾶλλον ἢ πρότερον, ἅτε καὶ στρατῷ πλείονι αὐτοῦ ἐλθόντος, ἐς τὸ λασιώτατον καὶ ἐς τὸ λοχμωδέστατον τῶν ἐγγὺς
2.2 χωρίων πάντα τὰ τιμιώτατα συνεφόρησαν, καὶ αὐτὰ ἐν ἀσφαλεῖ ποιησάμενοι (τά τε γὰρ πέριξ ξύλα ἔκοψαν, καὶ ἕτερα ἐπʼ αὐτοῖς στοιχηδὸν ἐπισυνένησαν, ὥστε ἐν χαρακώματι τρόπον τινὰ εἶναι) ἔπειτα τοὺς προνομεύοντας τῶν Ῥωμαίων ἐλύπουν. καὶ δὴ καὶ μάχῃ τινὶ ἐν τῷ ψιλῷ ἡττηθέντες ὑπήγαγόν σφας ἐκεῖσε κατὰ τὴν δίωξιν, καὶ συχνοὺς ἀνταπέκτειναν.
2.3 καὶ μετὰ τοῦτο χειμῶνος αὖθις τὰς ναῦς αὐτῶν λυμηναμένου συμμάχους τε προσμετεπέμψαντο καὶ ἐπʼ αὐτὸ τὸ νεώριόν σφων ὥρμησαν, Κασουελλανὸν *kasouellano\n Reim., kai souellano\n L. τὸν τὰ πρῶτα τῶν tw=n added by Leuncl. ἐν

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi