Thesauros Edebiyat Tarih Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) Cassius Dio Cocceianus

Kitap 40

21.2 ἐπράχθη δὲ ὧδε. οἱ Πάρθοι τὸ πλεῖον τοῦ στρατοῦ σφων ἀποκρύψαντες (ἡ γὰρ ga\r Rk., te L. χώρα ἀνώμαλός τέ πῃ ἦν καὶ δένδρα εἶχενʼ ἀπήντησαν τοῖς Ῥωμαίοις. ἰδὼν οὖν αὐτοὺς ὁ Κράσσος, οὐκ ἐκεῖνος ἀλλʼ ὁ νεώτερος (πρὸς γὰρ τὸν πατέρα ἐκ τῆς
21.3 Γαλατίας παρῆνʼ, καὶ καταφρονήσας σφῶν ὡς καὶ μόνων, ἀντεξήγαγε τῷ ἱππικῷ, καὶ τραπομένους ἐξεπίτηδες αὐτοὺς ἐπιδιώκων ὡς καὶ κρατῶν ἀπήχθη a)ph/xqh Turn., u(ph/xqh L. πολὺ ἀπὸ a)po\ Xyl., u(po\ L. τῆς φάλαγγος, κἀνταῦθα
22.1 περιστοιχισθεὶς κατεκόπη. γενομένου δὲ τούτου οἱ πεζοὶ τῶν Ῥωμαίων οὐκ ἀπετράποντο μέν, ἀλλὰ καὶ προθύμως τοῖς Πάρθοις, ὡς καὶ τιμωρήσοντες αὐτῷ, συνέμιξαν· οὐ μέντοι καὶ ἄξιόν σφων οὐδὲν ἔκ τε τοῦ πλήθους καὶ ἐκ τοῦ τρόπου τῆς μάχης αὐτῶν, ἄλλως τε καὶ ὑπὸ τοῦ Ἀβγάρου
22.2 ἐπιβουλευθέντες, ἐποίησαν. εἴτε γὰρ συνασπίσαι γνοίησαν gnoi/hsan Bk., e)/gnwsan L. ὡς καὶ τῇ πυκνότητι τῆς τάξεώς σφων τὰ τοξεύματα αὐτῶν ἐκφευξόμενοι, προσπίπτοντές σφισιν οἱ κοντοφόροι ῥύμῃ τοὺς μὲν κατέβαλλον, τοὺς δὲ πάντως γοῦν ἐσκεδάννυσαν· εἴτε καὶ διασταῖεν ὅπως τοῦτό γε ἐκκλίνοιεν, e)kkli/noien H. Steph., e)kkli/neien L. ἐτοξεύοντο.
22.3 κἀν τούτῳ πολλοὶ μὲν καὶ ἐξ αὐτῆς τῆς προσελάσεως τῶν κοντοφόρων ἐκπληττόμενοι ἔθνησκον, πολλοὶ δὲ καὶ ὑπὸ τῶν ἱππέων ἐγκαταλαμβανόμενοι ἐφθείροντο· ἄλλοι τοῖς κοντοῖς ἀνετρέποντο a)netre/ponto H. Steph., a)netra/ponto L.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi