Kitap 39
5.1
ἐπειδὴ δὲ οὗτοί τε κατεστράφατο, ou(=toi katestra/fato Leuncl. (te added by Rk.), ou)/t' e)stra/fato L. καὶ ἄλλοι οἱ μὲν ὑπʼ αὐτοῦ οἱ δὲ καὶ διὰ τῶν ὑποστρατήγων συχνοὶ ἐκεχείρωντο, ὅ τε χειμὼν ἐνέστη, ἀνεχώρησεν ἐς τὰ χειμάδια. μαθόντες δὲ ταῦθʼ οἱ οἴκοι oi)/koi supplied by Bk. Ῥωμαῖοι ἐθαύμασαν ὅτι ἔθνη τοσαῦτα, ὧν οὐδὲ τὰ ὀνόματα πρότερον ἠκρίβουν, ᾑρήκει, καὶ ἐψηφίσαντο πεντεκαίδεκα ἐπʼ αὐτοῖς ἡμέρας θῦσαι, ὅπερ οὔπω ou)/pw R. Steph., ou)=n pw L. πρότερον ἐγεγόνει.
5.2
κἀν τῷ αὐτῷ τούτῳ χρόνῳ Γάλβας ὁ Σέρουιος *ga/lbas o( *se/rouios R. Steph., garbaroserouios L. ὑποστρατηγῶν αὐτῷ, μέχρι μὲν ἥ τε ὡραία ἦν h)=n added by Oddey. καὶ τὸ στράτευμα συνεστὸς εἶχεν, Οὐαράγρους *ou)ara/grous Rk., o)ara/grous L. παρά τε τῇ Λεμμάνῳ λίμνῃ καὶ πρὸς τοῖς Ἀλλόβριξι μέχρι τῶν Ἄλπεων οἰκοῦντας, τοὺς μὲν βίᾳ τοὺς δὲ καὶ ὁμολογίᾳ παρεστήσατο, ὥστε καὶ
5.3
χειμάσαι κατὰ χώραν παρασκευάσασθαι. ἐπεὶ μέντοι οἱ πλείους τῶν στρατιωτῶν οἱ μὲν παρέμενοι pare/menoi Bs., pare/menon L. οἷα μὴ πόρρω τῆς Ἰταλίας ὄντες, οἱ δὲ καὶ ἐφʼ ἑαυτῶν ἄλλοσε ἀπεχώρησαν, καὶ αὐτῷ ἀπροσδόκητοι κατὰ τοῦτο οἱ ἐπιχώριοι
5.4
ἐπέθεντο, πρὸς ἀπόνοιαν ὑπʼ ἀπογνώσεως προήχθη, καὶ ἐκπηδήσας ἐκ τοῦ χειμαδίου ἄφνω τούς τε προσκειμένους οἱ τῷ παραδόξῳ τοῦ τολμήματος ἐξέπληξε, καὶ διʼ αὐτῶν πρὸς τὰ μετέωρα διέπεσε. γενόμενος δὲ ἐν τῷ ἀσφαλεῖ ἠμύνατο μὲν αὐτοὺς μετὰ τοῦτο καὶ ἐδουλώσατο, οὐ μὴν καὶ ἐχείμασεν αὐτόθι, ἀλλὰ καὶ ἐς τὴν τῶν Ἀλλοβρίγων μετέστη.