Kitap 39
60.2
ὡς μέντοι ἐκεῖνοί τε ἐκ τῆς ἀρχῆς ἀπηλλάγησαν καὶ αὐτοὺς ὅ τε Δομίτιος ὁ Λούκιος καὶ Ἄππιος Κλαύδιος διεδέξαντο, γνῶμαι αὖθις πολλαὶ ἐλέχθησαν, καὶ κατὰ τοῦ Γαβινίου αἱ πλείους ἐγένοντο·
60.3
ὅ τε γὰρ Δομίτιος ἐχθρὸς τῷ Πομπηίῳ διά τε τὸ σπουδαρχῆσαι καὶ διὰ dia\ R. Steph., da L. τὸ παρὰ γνώμην αὐτοῦ ἀποδειχθῆναι ὤν, καὶ ὁ Κλαύδιος, καίπερ προσήκων οἱ, ὅμως o(/mws R. Steph., o(/pws L. τοῖς τε πολλοῖς χαρίσασθαί τι ὑπὸ δημαγωγίας ἐθελήσας, καὶ παρὰ τοῦ Γαβινίου δωροδοκήσειν, ἄν γέ τι συνταράξῃ,
60.4
προσδοκήσας, πάντα ἐπʼ pa/nta e)p' Bs. (e)p' already inserted by Bk.), pa=n L. αὐτῷ ἔπραξαν. καὶ αὐτὸν καὶ ἐκεῖνο δεινῶς ἐπίεσεν, e)pi/esen Leuncl., e)/peisen L. ὅτι προπεμφθέντα τινὰ ὑπὸ τοῦ Κράσσου ὑποστράτηγον ἐπὶ τῇ τῆς ἀρχῆς αὐτοῦ διαδοχῇ οὐκ ἐδέξατο, ἀλλʼ ὥσπερ ἀθάνατον τὴν ἡγεμονίαν εἰληφὼς κατεῖχεν αὐτήν. ἔδοξεν οὖν σφισι τὰ τῆς Σιβύλλης ἔπη ἀναγνωσθῆναι, καίπερ kai/per Leuncl., dio\ kai/per L. ἀντειπόντος a)ntei/pontos Xyl., a)nei/pontos L. τοῦ Πομπηίου.
61.1
κἀν τούτῳ ὁ Τίβερις, εἴτʼ οὖν ὄμβρων ἄνω που ὑπὲρ τὴν πόλιν ἐξαισίων γενομένων, εἴτε καὶ σφοδροῦ πνεύματος ἐκ τῆς θαλάσσης τὴν ἐκροὴν αὐτοῦ ἀνακόψαντος, εἴτε καὶ μᾶλλον, ὡς ὑπωπτεύετο, ἐκ παρασκευῆς δαιμονίου τινός, τοσοῦτος tosou=tos Pflugk, tosou=ton L. ἐξαπιναίως ἐρρύη ὥστʼ ἐν πᾶσι μὲν τοῖς πεδίοις τοῖς ἐν τῷ ἄστει οὖσι πελαγίσαι, πολλὰ δὲ καὶ