Kitap 39
48.1
τούτῳ εἴχοντο τοῦ πολέμου. καὶ αὐτῶν οἱ πρεσβύτεροι καταγνόντες πρός τε τὸν Καίσαρα καὶ παρὰ τὴν γνώμην σφῶν ἦλθον, καὶ ἐδέοντο αὐτοῦ συγγνῶναί σφισι, τὴν αἰτίαν ἐς ὀλίγους τρέποντες. ὁ δὲ τούτους tou/tous R. Steph., tou/tois L. μὲν ὡς καὶ ἀπόκρισίν τινα αὐτοῖς
48.2
οὐκ ἐς μακρὰν δώσων κατέσχεν, ὁρμήσας δὲ ἐπὶ τοὺς ἄλλους ἐν ταῖς σκηναῖς ὄντας ἐπέστη τέ σφισι μεσημβριάζουσι καὶ μηδὲν πολέμιον, ἅτε ἐκείνων παρʼ αὐτῷ ὄντων, ὑποτοπουμένοις, καὶ ἐσπηδήσας ἐς αὐτὰς παμπληθεῖς τῶν πεζῶν, οὐδὲ τὰ ὅπλα ἀνελέσθαι φθάσαντας, ἀλλὰ καὶ περὶ kai\ peri\ Rk., kai/per L. ταῖς ἁμάξαις ὑπό τε τῶν γυναικῶν καὶ ὑπὸ τῶν παίδων ἀναμὶξ ὄντων ταραττομένους, tarattome/nous R. Steph., paratattome/nous L. κατεφόνευσε.
48.3
τούς τε ἱππέας ἀπόντας τότε, καὶ παραχρῆμα, ὡς ἐπύθοντο τὸ γεγονός, πρός τε τὰ οἰκεῖα ἤθη ὁρμήσαντας καὶ πρὸς Συγάμβρους ἀποχωρήσαντας, πέμψας ἐξῄτησεν, οὐχ ὅτι καὶ ἐκδοθήσεσθαί σφας προσεδόκησεν (οὐ γάρ που οὕτως οἱ πέραν τοῦ Ῥήνου τοὺς Ῥωμαίους ἐφοβοῦντο ὥστε καὶ τὰ τοιαῦτα αὐτῶν ἀκούεινʼ, ἀλλʼ ὅπως ἐπὶ τῇ προφάσει
48.4
ταύτῃ καὶ ἐκεῖνον διαβαίη. αὐτός τε γὰρ ὃ μηδείς πω πρότερον τῶν ὁμοίων οἱ ἐπεποιήκει, δεινῶς πρᾶξαι ἐγλίχετο, καὶ τοὺς Κελτοὺς πόρρωθεν ἐκ τῆς Γαλατίας ἀνείρξειν, ἅτε καὶ ἐς τὴν οἰκείαν αὐτῶν ἐσβαλών, e)sbalw/n Leuncl., e)sbalei=n L. προσεδόκησεν. ὡς οὖν οὔτε οἱ ἱππῆς ἐξεδίδοντο, καὶ οἱ Οὔβιοι oi( *ou)/bioi Leuncl., e)ou/bioi L. ὅμοροί τε τοῖς Συγάμβροις οἰκοῦντες καὶ διάφοροι αὐτοῖς ὄντες ἐπεκαλέσαντο αὐτόν, διέβη μὲν τὸν ποταμὸν