Thesauros Edebiyat Tarih Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) Cassius Dio Cocceianus

Kitap 39

46.4 καὶ ταύτῃ μὲν ᾗ προσέμιξεν οὐδὲν εἰργάσατο (ἐπεκδραμόντες γὰρ οἱ βάρβαροι ἰσχυρῶς ἠμύνοντὀ, ἐνταῦθα δὲ δὴ τῆς δυνάμεως αὐτοῖς οὔσης περιέπεμψέ τινας ἐς τὰ ἐπὶ θάτερα τοῦ στρατοπέδου σφῶν, καὶ τοῦτό τε ἔρημον ἀνδρῶν κατέσχεν, kate/sxen Bk., kate/sxon L. καὶ τοῖς μαχομένοις διʼ αὐτοῦ κατὰ νώτου ἐπεγένετο. καὶ οὕτως ἐκεῖνοί τε πάντες ἐφθάρησαν, καὶ οἱ λοιποὶ πλὴν ὀλίγων ἀκονιτὶ ὡμολόγησαν.
47.1 ταῦτα μὲν ἐν τῷ θέρει ἐπράχθη, χειμαζόντων δὲ τῶν Ῥωμαίων ἐν τῇ φιλίᾳ Τέγκτηροί τε καὶ Οὐσιπέται, Κελτικὰ γένη, τὸ μέν τι καὶ πρὸς Σουήβων *souh/bwn R. Steph., ou)h/bwn L. ἐκβιασθέντες τὸ to\ added by Xyl. δὲ καὶ πρὸς τῶν Γαλατῶν ἐπικληθέντες, τόν τε Ῥῆνον διέβησαν
47.2 καὶ ἐς τὴν τῶν Τρηουήρων *trhouh/rwn Bs., trih/rwn L (but trhouh/rois xl. 32, 1). ἐνέβαλον. κἀνταῦθα τὸν Καίσαρα εὑρόντες καὶ φοβηθέντες ἔπεμψαν πρὸς αὐτὸν σπονδάς τε ποιούμενοι καὶ χώραν αἰτοῦντες, ἢ σφίσι γε ἐπιτραπῆναί τινα ἀξιοῦντες λαβεῖν. ὡς δʼ οὐδενὸς ἔτυχον, τὸ μὲν πρῶτον ἐθελονταὶ e)qelontai\ R. Steph., e)qelonta\s L. οἴκαδε ἐπανήξειν ὑπέσχοντο καὶ διοκωχὴν
47.3 ᾐτήσαντο· ἔπειτα δὲ ἱππέας αὐτοῦ ὀλίγους προσιόντας ἰδόντες οἱ ἐν τῇ ἡλικίᾳ σφῶν ὄντες κατεφρόνησάν τε αὐτῶν καὶ μετέγνωσαν, κἀκ ka)k Rk., kai\ L. τούτου ἐπισχόντες τῆς πορείας porei/as Xyl., a)pori/as L. ἐκείνους τε μὴ προσδεχομένους ἐκακωσαν, καὶ ἐπαρθέντες ἐπὶ

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi