Kitap 39
40.3
μὴ καὶ αὐτοί τι παρακινήσωσι, φρουρεῖν, αὐτὸς ἐπὶ τοὺς Οὐενέτους ἤλασε, καὶ πλοῖα ἐν τῇ μεσογείᾳ, ἃ ἤκουεν ἐπιτήδεια πρὸς τὴν τοῦ ὠκεανοῦ παλίρροιαν εἶναι, κατασκευάσας διά τε τοῦ Λίγρου *li/grou Leuncl., ai)/grou L. ποταμοῦ κατεκόμισε, καὶ πᾶσαν ὀλίγου τὴν
40.4
ὡραίαν μάτην ἀνάλωσεν. αἵ τε γὰρ πόλεις ἐπʼ ἐρυμνῶν χωρίων ἱδρυμέναι ἀπρόσιτοι ἦσαν, καὶ ὁ ὠκεανὸς πάσας ὡς εἰπεῖν αὐτὰς περικλύζων ἄπορον μὲν τῷ πεζῷ ἄπορον δὲ καὶ τῷ ναυτικῷ τὴν προσβολήν, καὶ πλημμύρων καὶ ἀναρρέων, kai\ plhmmu/rwn kai\ a)narre/wn is probably a gloss on the following sords. ἔν τε
40.5
τῇ ἀμπώτιδι καὶ ἐν τῇ ῥαχίᾳ ἐποίει, ὥστε ἐν παντὶ τὸν Καίσαρα γενέσθαι, μέχρις οὗ Δέκιμος *de/kimos R. Steph., deki/mios L. Βροῦτος ταχείαις οἱ ναυσὶν ἐκ τῆς ἔνδοθε θαλάσσης ἦλθεν. αὐτὸς μὲν γὰρ ὡς οὐδὲ ἐκείναις τι πράξων γνώμην εἶχεν, οἱ δὲ δὴ βάρβαροι κατα- φρονήσαντες τῆς τε σμικρότητος καὶ τῆς ἀσθενείας
41.1
τῶν σκαφῶν ἡττήθησαν. ταῦτα μὲν γὰρ πρὸς τὸ κουφότερον ὑπὲρ u(pe\r Rk., u(po\ L. τοῦ ταχυναυτεῖν ἐς τὸν τῆς παρʼ ἡμῖν ναυτιλίας τρόπον ἐσκεύαστο, τὰ δὲ δὴ τῶν βαρβάρων, ἅτε ἐν τῇ συνεχείᾳ τῆς τοῦ ὠκεανοῦ παλιρροίας ἐπί τε τοῦ ξηροῦ πολλάκις ἵστασθαι καὶ πρὸς τὴν ἄνω τε καὶ κάτω αὐτοῦ διαρροὴν ἀντικαρτερεῖν ὀφείλοντα, πλεῖστόν σφων καὶ