Thesauros Edebiyat Tarih Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) Cassius Dio Cocceianus

Kitap 39

35.1 καὶ ἐκείνη μὲν ἡ ἡμέρα οὕτω κατετρίβη ὥστε μηδʼ εἰπεῖν ἀρχὴν μηδὲν τοὺς δημάρχους δυνηθῆναι· ἐν γάρ τοι ταῖς συνόδοις ταῖς tai=s Xyl., kai\ tai=s L. τοῦ δήμου, ἐν αἷς γε καὶ ἐβουλεύοντο, πάσαις τοῖς toi=s Xyl., pro\s toi=s L. ἰδιώταις
35.2 πρὸ τῶν τὰς ἀρχὰς ἐχόντων ὁ λόγος ἐδίδοτο, τοῦ μηδένα αὐτῶν, ὡς ἔοικε, τῇ τοῦ κρείττονος γνώμῃ προκαταλαμβανόμενον ὑποστέλλεσθαί τι ὧν φρονοίη, ἀλλʼ ἐπὶ πάσης παρρησίας τὰ δοκοῦντα
35.3 αὐτῷ λέγειν. φοβηθεὶς οὖν ὁ Γάλλος μή τις αὐτὸν ἐκ τῆς ἀγορᾶς τῇ ὑστεραίᾳ ἐξείρξῃ ἢ καὶ δεινότερόν τι ἐργάσηται, ἔς τε τὸ συνέδριον ἀφʼ ἑσπέρας ἐσῆλθε καὶ ἐν αὐτῷ ἐνυκτέρευσε, τῆς τε ἀσφαλείας ἕνεκα τῆς παρὰ τοῦ χωρίου, καὶ ὅπως ἐκεῖθεν ἅμα
35.4 ἕῳ πρὸς τὸ πλῆθος ἐξέλθῃ. καὶ τοῦτον μὲν ὁ Τρεβώνιος μάτην ἐνταῦθα καὶ τὴν νύκτα καὶ τῆς ἡμέρας τὸ πλεῖον ἐνδιατρῖψαι ἐποίησε, πάσας τὰς θύρας τοῦ βουλευτηρίου κλείσας· τὸν δὲ Ἀτέιον τόν τε Κάτωνα καὶ τὸν Φαουώνιον καὶ τοὺς ἄλλους τοὺς μετʼ αὐτῶν ὄντας ἕτεροι, προκαταλαβόντες τῆς νυκτὸς τὸ τοῦ συλλόγου χωρίον, ἐξεῖργον.
35.5 καὶ ἐπειδὴ ὁ μὲν Φαουώνιος καὶ ὁ Νίννιος διαλαθόντες πως ἔνδον ἐγένοντο, ὁ δὲ δὴ Κάτων καὶ ὁ Ἀτέιος ἐπαναβάντες τισὶ τῶν περιεστηκότων καὶ μετεωρισθέντες ὑπʼ αὐτῶν διοσημίαν, ὡς καὶ διαλύσοντές σφας, ἐπεφήμιζον, e)pefh/mizon Rk., e)yhfi/zonto L. τούτους μὲν ἑκατέρους οἱ ὑπηρέται τῶν δημάρχων ἐξήλασαν, τοὺς δʼ ἄλλους τοὺς σὺν αὐτοῖς ὄντας κατετραυμάτισαν, καί τινας καὶ ἀπέκτειναν.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi