Thesauros Edebiyat Tarih Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) Cassius Dio Cocceianus

Kitap 39

25.3 τοσαύτῃ γὰρ φιλοτιμίᾳ ἐχρῆτο ὥσθʼ ὅσα αὐτὸς τῷ Καίσαρι συνέπραξε καὶ βασκαίνειν καὶ καταλύειν, καὶ ἐκείνῳ τε e)kei/nw| te Rk., e)kei/nwi ge L. ἄλλως τε μεγάλως ἐπαινουμένῳ e)painoume/nw| Rk., tainioume/nw| L. καὶ τὰ ἑαυτοῦ συσκιάζοντι ἄχθεσθαι, καὶ τῷ δήμῳ ἐγκαλεῖν ὅτι αὐτόν τε ἐν ὀλιγωρίᾳ ἐποιεῖτο καὶ τὸν Καίσαρα ὑπερεσπούδαζε. u(perespou/daze Reim., u(pespou/daze L.
25.4 τά τε γὰρ ἄλλα καὶ ἠγανάκτει ὁρῶν αὐτοὺς τῶν τε προποιηθέντων propoihqe/ntwn Rk., pro\s poihqe/ntw|n L. τινὶ tini\ Bk., tina\ L. ἐπὶ τοσοῦτον μνημονεύοντας ἐφʼ ὅσον μηδὲν ἄλλο ἐπιγένοιτο, καὶ πρὸς τὸ ἀεὶ καθιστάμενον, κἂν ἔλαττον τοῦ προτέρου ᾖ, προχειρότατα τῷ τε τοῦ συνήθους κόρῳ καὶ τῇ τοῦ ξένου ἡδονῇ φερομένους, καὶ τὸ μὲν προευδοκιμοῦν πᾶν καταλύοντας ὑπὸ τοῦ φθόνου, τὸ δʼ ἄρτι προφαινόμενον συνεπαύξοντας
26.1 ὑπὸ τῶν ἐλπίδων. διʼ οὖν ταῦτα δυσχεραίνων, καὶ μήτε τι διὰ τῶν ὑπάτων διαπράξασθαι δυνηθεὶς καὶ τὸν Καίσαρα μείζω τῆς πρὸς ἑαυτὸν πίστεως γιγνόμενον ὁρῶν, οὐκ ἐν ἐλαφρῷ τὸ πρᾶγμα ἐποιήσατο. καὶ γὰρ ἐνόμιζε δύο τε εἶναι τὰ τὰς φιλίας τινῶν συγχέοντα, sugxe/onta R. Steph., sune/xonta L. τό τε δέος de/os R. Steph., de/los L. καὶ τὸν φθόνον, καὶ ταῦτα ἀπʼ ἀντιπάλου καὶ τῆς δόξης καὶ τῆς ἰσχύος μόνως μὴ mh\ supplied by Bk. συμβαίνειν·

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi