Thesauros Edebiyat Tarih Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) Cassius Dio Cocceianus

Kitap 39

16.3 ταῦτα μὲν ἐπί τε Λουκίου Φιλίππου καὶ ἐπὶ Γναίου Μαρκελλίνου ὑπάτων ἐγένετο· καὶ αὐτὰ ὁ Πτολεμαῖος μαθὼν τήν τε κάθοδον ἀπέγνω, καὶ ἐς Ἔφεσον ἐλθὼν παρὰ τῇ θεῷ διῃτᾶτο.
17.1 τῷ δὲ δὴ προτέρῳ ἔτει καὶ τοιόνδε τι, ἴδιον μέν, φέρον δέ πως ἐς τὴν συγγραφήν, ἐπράχθη. τοῦ γὰρ νόμου διαρρήδην ἀπαγορεύοντος μηδένας mhde/nas Rk., mhde/na L. δύο ἅμα ἐκ τῆς αὐτῆς συγγενείας τὴν αὐτὴν ἱερατείαν ἔχειν, ὁ Σπινθὴρ ὁ ὕπατος ἐπιθυμήσας Κορνήλιον Σπινθῆρα τὸν υἱὸν ἐς τοὺς οἰωνιστὰς ἐσαγαγεῖν,
17.2 ἔπειτʼ ἐπειδὴ ὁ Φαῦστος ὁ τοῦ Σύλλου παῖς ἐκ τοῦ τῶν Κορνηλίων *kornhli/wn Leuncl., kornhli/ou L. φύλου ὢν προενεγέγραπτο, ἐξεποίησεν αὐτὸν ἐς τὸ Μαλλίου Τορκουάτου γένος, καὶ οὕτως ὁ νόμος ἐν τοῖς ἑαυτοῦ ῥήμασι μείνας ἔργῳ κατελύθη.
18.1 μετὰ δὲ δὴ τοῦτο ὁ Κλώδιος ἐπειδὴ τάχιστα ἐς τὴν ἀγορανομίαν ἐπί τε τοῦ Φιλίππου καὶ ἐπὶ τοῦ Μαρκελλίνου παρεληλύθει parelhlu/qei Bk., parelh/luqe L. (πρὸς γὰρ τὴν ἀπόδρασιν τῆς δίκης παρακελευστὸς ᾑρέθἠ, γραφὴν κατὰ kata\ Leuncl., kai\ L. τοῦ Μίλωνος τῆς τῶν μονομάχων παρασκευῆς ἀπήνεγκε· ἃ γὰρ αὐτὸς ἔπραττε καὶ
18.2 ἐφʼ οἷς ἐκρίνετο, ταῦτʼ ἐκείνῳ ἀντενεκάλει. ἐποίει δὲ τοῦτο οὐχ ὅτι τὸν Μίλωνα προσεδόκα prosedo/ka Bk., prosdokw=n L. αἱρήσειν ἅτε καὶ συναγωνιστὰς ἰσχυροὺς ἄλλους τε καὶ τὸν Κικέρωνα τόν τε Πομπήιον ἔχοντα, ἀλλʼ ἵνα ἐπὶ τῇ προφάσει ταύτῃ τῷ τε Μίλωνι προσπολεμοίη

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi