Kitap 38
8.2
τὰ μὲν οὖν ἄλλα αὐτὸς ὁ Καῖσαρ καὶ ἐσηγεῖτο καὶ συνεβούλευε καὶ διέταττε πάντα καθάπαξ τἀν τῇ πόλει, ὡς καὶ μόνος αὐτῆς ἄρχων· ὅθενπερ χαριεντιζόμενοί τινες τὸ μὲν τοῦ Βιβούλου ὄνομα παντάπασιν ἀπεσιώπων, τὸν δὲ δὴ Καίσαρα δὶς di\s Rk., du/o L. καὶ ὠνόμαζον καὶ ἔγραφον, Γάιόν τε Καίσαρα
8.3
καὶ Ἰούλιον Καίσαρα ὑπατεύειν λέγοντες· τὰ δὲ δὴ καθʼ ἑαυτὸν διʼ ἑτέρων διῆγε. τοῦτο γὰρ δὴ καὶ πάνυ ἰσχυρῶς ἐφυλάξατο, μηδὲν αὐτὸς ἑαυτῷ δοῦναι· καὶ διὰ τοῦτο καὶ ῥᾷον πάνθʼ ὅσων ἐπεθύμει κατειργάσατο. αὐτὸς μὲν γὰρ οὐδενὸς προσδεῖσθαι ἔλεγεν, ἀλλὰ καὶ σφόδρα τοῖς παροῦσιν
8.4
ἀρκεῖσθαι ἐσκήπτετο· ἕτεροι δέ, ὡς καὶ ἀναγκαίου καὶ χρησίμου τοῖς πράγμασιν αὐτοῦ ὄντος, καὶ ἐσηγήσαντο ὅσα ἠθέλησε καὶ κυρωθῆναι ἐποίησαν, οὐκ ἐν τῷ πλήθει μόνον ἀλλὰ
8.5
καὶ ἐν αὐτῇ τῇ γερουσίᾳ. ὅ τε γὰρ ὅμιλος τοῦ τε Ἰλλυρικοῦ καὶ τῆς Γαλατίας τῆς ἐντὸς τῶν Ἄλπεων ἄρξαι αὐτῷ μετὰ τριῶν στρατοπέδων ἐπὶ ἔτη πέντε ἔδωκε, καὶ ἡ βουλὴ τήν τε Γαλατίαν τὴν ἐπέκεινα τῶν ὀρῶν καὶ στρατόπεδον ἕτερον προσεπέτρεψε.
9.1
φοβηθεὶς δʼ οὖν καὶ ὣς μή τι ὁ Πομπήιος ἐν τῇ ἀπουσίᾳ αὐτοῦ, ἐπειδὴ ὁ Γαβίνιος ὁ Αὖλος ὑπατεύσειν ἔμελλε, νεωτερίσῃ, ἐκεῖνόν τε ἅμα καὶ τὸν ἕτερον ὕπατον Λούκιον Πίσωνα συγγενείας suggenei/as Rk., suggenei=s L. ἀνάγκῃ προσηταιρίσατο· τῷ μὲν γὰρ Πομπηίῳ τὴν θυγατέρα καίπερ ἄλλῳ τινὶ ἠγγυηκὼς συνῴκισε,