Kitap 38
49.1
καὶ αὐτοὺς ἐκεῖνοι προϊόντας ἐκ τῶν σκηνωμάτων ἰδόντες οὐχ ἡσύχασαν, ἀλλʼ ἐξᾴξαντες οὔτε συντάξασθαί σφισιν ἀκριβῶς ἐπέτρεψαν, καὶ τὴν ἀκόντισιν αὐτῶν, ἐφʼ ᾗ ἐς τὰ μάλιστα ἐθάρσουν, δρόμῳ μετὰ βοῆς προσπεσόντες ὑπετέμοντο,
49.2
καὶ οὕτω γε ὁμόσε αὐτοῖς ἐχώρησαν ὥστε σφᾶς μήτε τοῖς κοντοῖς μήτε τοῖς ξίφεσι τοῖς μακροτέροις χρήσασθαι. ὠθίζοντό τε οὖν, καὶ τοῖς σώμασι τὸ πλεῖον ἢ τοῖς ὅπλοις ἐμάχοντο, ἀνατρέψαι τε τὸν προσκείμενον καὶ καταβαλεῖν τὸν
49.3
ἀνθεστηκότα ἀγῶνα ποιούμενοι. καὶ πολλοὶ καὶ τῆς τῶν βραχυτέρων ξιφῶν χρήσεως στερηθέντες ταῖς tai=s St., toi=s L. τε χερσὶ καὶ τοῖς στόμασιν ἀντʼ ἐκείνων ἠγωνίζοντο, κατασπῶντες τοὺς ἀντιπάλους, δάκνοντες, σπαράττοντες, ἅτε καὶ τῷ μεγέθει τῶν σωμάτων
49.4
πολὺ αὐτῶν ὑπερέχοντες. οὐ μέντοι καὶ μεγάλα τινὰ ἐκ τούτου σφᾶς ἔβλαψαν· συμπλεκόμενοι γὰρ αὐτοῖς οἱ Ῥωμαῖοι ἰσόρροποί πως τῇ τε ὁπλίσει καὶ τῇ τέχνῃ ἐγίγνοντο. καὶ τέλος ἐπὶ μακρότατον τοιουτοτρόπῳ μάχῃ χρησάμενοι ὀψέ ποτε ἐπεκράτησαν· τά τε γὰρ ξιφίδια καὶ σμικρότερα τῶν Γαλατικῶν ὄντα καὶ τὰς προσβολὰς χαλυβδικὰς
49.5
ἔχοντα χρησιμώτατά σφισιν ἐγένετο, καὶ αὐτοὶ τῷ αὐτῷ πόνῳ ἐπὶ πλεῖον συσχεθέντες μᾶλλον τῶν βαρβάρων ἀντήρκεσαν, ἅτε οὐχ ὅμοιον ταῖς ὀξύτησι τῶν ἐφόδων τὸ διαρκές σφων ἐχόντων. διὰ μὲν οὖν ταῦτα ἡττήθησαν ἐκεῖνοι, οὐ μέντοι καὶ ἐτράποντο, οὐχ ὅτι οὐκ ἠθέλησαν ἀλλʼ ὅτι οὐκ ἠδυνήθησαν φυγεῖν ὑπʼ ἀπορίας τε