Kitap 38
45.4
εἰ δὲ δὴ καὶ συσταῖέν τινες, οὔτι γε καὶ κρείττους ἂν ἡμῶν γένοιντο. ἵνα γὰρ τἆλλα ἐάσω, τὸ πλῆθος ἡμῶν, τὴν ἡλικίαν, τὴν ἐμπειρίαν, τὰ ἔργα, ἐκεῖνό γε τίς οὐκ οἶδεν, ὅτι ἡμεῖς μὲν κατὰ πᾶν pa=n Rk., panq' L. ὁμοίως τὸ σῶμα ὡπλίσμεθα, ἐκεῖνοι δὲ δὴ γυμνοὶ τὸ πλεῖστόν εἰσι, καὶ ἡμεῖς μὲν καὶ λογισμῷ καὶ τάξει χρώμεθα, ἐκεῖνοι δὲ δὴ θυμῷ
45.5
πρὸς πάντα ἀσύντακτοι φέρονται; μὴ γάρ τοι μήτε τὴν ὁρμὴν αὐτῶν μήτε τὸ μέγεθος ἢ τῶν σωμάτων ἢ τῆς βοῆς φοβηθῆτε. φωνή τε γὰρ οὐδένα πώποτε ἀνθρώπων ἀπέκτεινε, καὶ τὰ σώματα αὐτῶν δρᾶν μὲν οὐδὲν πλέον, ἅτε τὰς αὐτὰς ἡμῖν χεῖρας ἔχοντα, πάσχειν δὲ πολὺ πλείω, ἅτε καὶ μεγάλα καὶ γυμνὰ ὄντα, δυνήσεται· ἥ τε ὁρμὴ ἄμετρος καὶ προπετὴς τὸ κατʼ ἀρχὰς οὖσα καὶ
46.1
ἐκκενοῦται ῥᾳδίως καὶ ἐπʼ ὀλίγον ἀνθεῖ. πεπειραμένοις δέ που ὧν λέγω καὶ νενικηκόσιν ὑμῖν τοὺς ὁμοίους αὐτοῖς ταυτὶ παραινῶ, ὥσθʼ ὑμᾶς μήτε τῷ λόγῳ δοκεῖν ὑπʼ ἐμοῦ παράγεσθαι, καὶ τῷ ἔργῳ ἐχυρωτάτην τὴν ἐλπίδα τῆς νίκης ἐκ
46.2
τῶν προκατειργασμένων ποιεῖσθαι. καὶ μέντοι καὶ τῶν Γαλατῶν αὐτῶν τῶν ὁμοίων σφίσι συχνοὶ ἡμῖν συμμαχήσουσιν, ὥστʼ εἰ καί τι φοβερὸν τὰ ἔθνη ταῦτα εἶχε, τοῦτο καὶ ἡμῖν καὶ ἐκείνοις e)kei/nois R. Steph., e)kei/nwn L. ὑπάρξει.
46.2
Ταῦτʼ οὖν αὐτοί τε οὕτω λογίζεσθε καὶ τοὺς
46.3
ἄλλους διδάσκετε· ὡς εἴ γε καὶ ὑμῶν τινες ἄλλως πως φρονοῦσιν, ἀλλʼ ἔγωγε καὶ ὣς πολεμήσω, οὐδὲ ἐγκαταλείψω ποτὲ τὴν τάξιν ἣν ἐτάχθην ὑπὸ τῆς πατρίδος. καί μοι kai/ moi Pflugk, kai/ toi L. τὸ δέκατον στρατόπεδον ἀρκέσει· καὶ γὰρ εὖ οἶδʼ ὅτι κἂν διὰ πυρὸς