Kitap 38
44.3
ὥσπερ οὖν. ἡνίκα εὐεργετεῖν τε ἡμᾶς ἐβούλετο κἀντʼ εὖ πάσχειν ἠξίου, δικαίως ἐκείνων ἐτύγχανεν, οὕτω καὶ νῦν, ἐπειδὴ τἀναντία αὐτῶν πάντα ποιεῖ, δικαιότατα ἂν ἐν ἐχθροῦ μέρει νομισθείη. καὶ μὴ θαυμάσητε εἰ αὐτὸς ἐγὼ πρότερόν ποτε καὶ ἐν τῇ βουλῇ καὶ ἐν τῷ δήμῳ χρηματίσας
44.4
τινὰ ὑπὲρ αὐτοῦ, εἶτα ταυτὶ νυνὶ λέγω. ἐγὼ μὲν γὰρ καὶ τότε καὶ νῦν τὴν αὐτὴν γνώμην ἔχω καὶ οὐ μεταβάλλομαι. τίς δέ ἐστιν αὕτη; τοὺς μὲν ἀγαθοὺς καὶ πιστοὺς καὶ τιμᾶν καὶ ἀμείβεσθαι, τοὺς δὲ κακοὺς καὶ ἀπίστους καὶ ἀτιμάζειν καὶ ἀμύνεσθαι. ἐκεῖνος δέ ἐστιν ὁ μεταβαλλόμενος, ὁ μήτε καλῶς μήτε δεόντως τοῖς δοθεῖσιν αὐτῷ παρʼ ἡμῶν χρώμενος.
45.1
Ὥσθʼ ὅτι μὲν δικαιότατα ἂν αὐτῷ πολεμήσαιμεν, οὐδένα ἀμφισβητήσειν οἴομαι· ὅτι δὲ οὔτε ἄμαχος οὔτε δυσπολέμητός ἐστιν, ὁρᾶτε μὲν καὶ ἐκ τῶν ἄλλων τῶν ὁμοφύλων αὐτῷ, οὓς πολλάκις μὲν καὶ πρότερον, ῥᾷστα δὲ καὶ νῦν ἐνικήσαμεν, λογίζεσθε δὲ καὶ ἐξ ὧν περὶ αὐτοῦ
45.2
ἐκείνου πυνθανόμεθα. οὔτε γὰρ ἄλλως δύναμίν τινα οἰκείαν συνεστηκυῖαν καὶ συγκεκροτημένην ἔχει· νῦν τε, ἅτε μηδὲν δεινὸν προσδοκῶν, καὶ παντελῶς ἀπαράσκευός ἐστιν. οὐ τοίνυν οὐδὲ ἐκ τῶν ὁμοχώρων ἄν τις αὐτῷ au)tw=| R. Steph., au)to\n L. προθύμως, οὐδʼ εἰ
45.3
πάνυ ἐπαγγέλλεται, βοηθήσειε· τίς μὲν γὰρ ἂν ἕλοιτο ἐκείνῳ συμμαχήσας πολεμῆσαι ἡμῖν, μηδὲν ὑφʼ ἡμῶν λελυπημένος; πῶς δʼ οὐκ ἂν μᾶλλον ἡμῖν πάντες ἢ ἐκείνῳ συναράμενοι τήν τε τυραννίδα αὐτοῦ ὅμορόν σφισιν οὖσαν καταλῦσαι καὶ τῆς χώρας μέρος τι παρʼ ἡμῶν προσλαβεῖν ἐθελήσειαν;