Thesauros Edebiyat Tarih Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) Cassius Dio Cocceianus

Kitap 38

42.3 οὔθʼ ἥξειν ὑπέσχετο. καίτοι τί μὲν ἐγὼ ἄδικον ἢ ἀνεπιεικὲς ἢ φορτικὸν ἐποίησα μεταπεμψάμενος αὐτὸν ὡς φίλον καὶ σύμμαχον; τί δὲ ἐκεῖνος ὕβρεως καὶ ἀσελγείας, οὐκ ἐθελήσας ἐλθεῖν, ἐκλέλοιπεν; ἆρʼ οὐ δυοῖν ἀνάγκη θάτερον, ἤτοι ὑπωπτευκότα αὐτόν τι κακὸν πείσεσθαι ἢ ὑπερπεφρονηκότα
42.4 ἡμᾶς τοῦτο πεποιηκέναι; οὐκοῦν εἴτε τι ὑποτετόπηκεν, σαφέστατα αὐτὸς ἑαυτὸν ἐξελέγχει ἐπιβουλεύοντα ἡμῖν· οὐδεὶς γὰρ ἡμῖν μηδὲν δεινὸν παθὼν ὕποπτός ἐστιν, οὐδʼ ἀπʼ ὀρθῆς καὶ ἀδόλου τῆς γνώμης γίγνεται, ἀλλʼ οἱ προπαρεσκευασμένοι τινὰς ἀδικῆσαι ἑτοίμην τὴν ὑποψίαν
42.5 κατʼ αὐτῶν ἐκ τοῦ συνειδότος σφῶν ἔχουσιν· εἴτʼ αὖ μηδενὸς τοιούτου ὑπόντος ὑπερεόρακέ τε ἡμᾶς καὶ λόγοις ὑπερηφάνοις ὕβρικε, τί ti/ Bk., ti/na L. χρὴ τοῦτον, ἐπειδὰν ἔργου τινὸς ἐπιλάβηται, προσδοκῆσαι πράξειν; ὁ γὰρ ἐν οἷς μηδὲν κερδανεῖν ἔμελλε τοσαύτῃ ὑπεροψίᾳ κεχρημένος πῶς οὐ πόρρωθεν ἐξελήλεγκται μηδὲν δίκαιον μήτε φρονῶν μήτε πράσσων;
42.5 οὐ τοίνυν ἀπέχρησεν αὐτῷ τοῦτο, ἀλλὰ καὶ ἐμὲ ἐλθεῖν πρὸς αὑτὸν au(to\n Bk., au)to\n L. ἐκέλευσεν, εἴπερ τι αὐτοῦ
43.1 δεοίμην. καὶ μή μοι μικρὰν τὴν προσθήκην ταύτην εἶναι νομίσητε· μεγάλη γάρ ἐστιν ἐπίδειξις τῆς διανοίας αὐτοῦ. τὸ μὲν γὰρ αὐτὸν μὴ ἐθελῆσαι πρὸς ἡμᾶς ἀφικέσθαι τάχʼ ἄν τις καὶ ὄκνῳ καὶ ἀρρωστίᾳ καὶ φόβῳ, ἀπολογούμενος
43.2 ὑπὲρ αὐτοῦ, ἀνέθηκε· τὸ δὲ δὴ καὶ ἐμὲ μεταπέμψασθαι οὔτε σκῆψιν οὐδεμίαν ἐνδέχεται, καὶ προσεξελέγχει καὶ ἐκεῖνο αὐτὸν οὐ κατʼ ἄλλο τι πεποιηκότα ἢ ὅτι οὔθʼ ὑπακούειν ἐς οὐδὲν ἡμῖν καὶ προσέτι καὶ προσαντεπιτάττειν πάντα παρεσκεύασται.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi