Kitap 38
41.6
τῶν ἀναλωμάτων ἐργασώμεθα. οὐκοῦν ἐν τούτῳ καὶ οὗτος ὁ πόλεμος καὶ πᾶς ὁστισοῦν ἄλλος καὶ ἐπιτέτραπται ἡμῖν καὶ ἐγκεχείρισται. καὶ πάνυ γε φρονίμως ἐποίησαν ἐφʼ ἡμῖν τὸ τίσι πολεμητέον εἶναι διαγνῶναι καταλιπόντες καὶ μὴ αὐτοὶ τὸν πόλεμον ψηφισάμενοι. οἱ μὲν γὰρ οὔτʼ ἀκριβῶσαι τὰ τῶν συμμάχων τοσοῦτον tosou=ton Cobet, kai\ tosou=ton L. αὐτῶν ἀφεστηκότες ἠδυνήθησαν ἄν, καὶ πρὸς εἰδότας καὶ προπαρεσκευασμένους propareskeuasme/nous Pflugk, pro\s pareskeuasme/nous L. τοὺς πολεμίους οὐκ ἂν
41.7
ὁμοίως ἐπιτηδείως προσηνέχθησαν· ἡμεῖς δὲ δὴ κριταὶ ἅμα καὶ λειτουργοὶ τοῦ πολέμου γιγνόμενοι, καὶ προσέτι καὶ ἐπʼ αὐτοφώρους τοὺς ἐχθροὺς τὰ ὅπλα εὐθὺς ἐπιφέροντες, οὔτʼ ἀνεξετάστως οὔτʼ ἀδίκως οὔτʼ ἀπροφυλάκτως αὐτὸν ποιησόμεθα.
42.1
καί μοι εἴ τις ὑμῶν ἐκεῖνο ὑπολαμβάνει, τί δὴ τηλικοῦτον ὁ Ἀριόουιστος πεπλημμέληκεν ὥστʼ ἀντὶ φίλου καὶ συμμάχου πολέμιος ἡμῖν γενέσθαι, σκοπείτω τοῦθʼ, ὅτι τοὺς ἀδικεῖν τι ἐπιχειροῦντας οὐκ ἐφʼ οἷς ποιοῦσι μόνον ἀλλὰ καὶ ἐφʼ οἷς φρονοῦσιν ἀμύνασθαι δεῖ, καὶ τήν τε αὔξησιν αὐτῶν πρὶν καὶ βλαβῆναί τι προκαταλαμβάνειν, καὶ μὴ περιμείναντας κακῶς ἔργῳ παθεῖν, τότε τιμωρεῖσθαι.
42.2
ὅτι τοίνυν καὶ ἐχθρὸς καὶ ἔχθιστός ἐστιν ἡμῖν, πῶς ἂν ἄλλως μᾶλλον ἐλεγχθείη ἢ ἐξ ὧν ἐποίησεν; πέμψαντος γάρ μου πρὸς αὐτὸν φιλικῶς ὅπως ἔλθῃ τε πρὸς ἡμᾶς καὶ κοινῇ μεθʼ ἡμῶν βουλεύσηται περὶ τῶν παρόντων, οὔτʼ ἦλθεν