Thesauros Edebiyat Tarih Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) Cassius Dio Cocceianus

Kitap 38

41.2 οἱ δὲ καὶ ἐπὶ καιροῦ συμβεβήκασι. καὶ διὰ τοῦτο ὅσα μὲν ἂν a)\n added by Bk. οἴκοι τε μενόντων ἡμῶν καὶ τὴν ἡσυχίαν ἀγόντων κινηθῇ καὶ ἐκ πρεσβείας τινὸς τὴν ἀρχὴν τῶν ἐγκλημάτων λάβῃ, καὶ σκέψιν ὑπὲρ αὐτῶν καὶ δεῖ καὶ ἀναγκαῖόν ἐστι γίγνεσθαι καὶ ψῆφον ἐπάγεσθαι, καὶ μετὰ τοῦτο τούς τε ὑπάτους ἢ καὶ στρατηγοὺς προστάττεσθαί
41.3 σφισι καὶ τὰς δυνάμεις ἐκπέμπεσθαι· ὅσα δʼ ἂν ἐξεληλυθότων ἤδη καὶ ἐξεστρατευμένων τινῶν ἐκφανῇ, ταῦτʼ οὐκέτʼ ἐς διαγνώμην ἄγεσθαι χρή, ἀλλʼ ὡς καὶ δεδογμένα καὶ κεκυρωμένα ὑπʼ αὐτῆς τῆς χρείας προκαταλαμβάνεσθαι πρὶν αὐξηθῆναι.
41.4 ἢ τίνος μὲν ἕνεκα ὑμᾶς ἐνταῦθʼ ὁ δῆμος ἐξέπεμψεν, τίνος δʼ ἕνεκα ἐμὲ μετὰ τὴν ὑπατείαν εὐθὺς ἔστειλε, τοῦτο μὲν ἐπὶ πέντε ἔτη καθάπαξ, ὃ μήπω πρότερον ἐγεγόνει, ἄρχειν ἑλόμενος, τοῦτο δὲ τέσσαρσι στρατοπέδοις ὁπλίσας, εἰ μὴ καὶ
41.5 πολεμῆσαι πάντως ἡμᾶς δεήσειν ἐνόμιζεν; οὐ γάρ που ἵνα μάτην τρεφώμεθα, οὐδʼ ἵνα τάς τε πόλεις τὰς συμμαχίδας καὶ τὴν χώραν τὴν ὑπήκοον περιιόντες χαλεπώτεροι καὶ τῶν πολεμίων αὐτοῖς γιγνώμεθα, — οὐδʼ ἂν εἷς ταῦτα φήσειεν, — ἀλλʼ ἵνα τὴν οἰκείαν φυλάξωμεν, ἵνα i(/na added by Bk. τὴν τῶν πολεμίων πορθήσωμεν, ἵνʼ ἄξιόν τι καὶ τοῦ πλήθους καὶ

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi