Thesauros Edebiyat Tarih Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) Cassius Dio Cocceianus

Kitap 38

40.1 εἰ μὲν γάρ τις τῶν θεῶν ἐγγυητὴς ἡμῖν ἐγένετο ὅτι, κἂν ταῦτα μὴ mh\ supplied by Xyl. ποιῶμεν, οὔτε τις ἡμῖν ἐπιβουλεύσει καὶ πάνθʼ ὅσα κεκτήμεθα ἀσφαλῶς ἀεὶ καρπωσόμεθα, αἰσχρὸν μὲν ἂν ἦν h)=n supplied by Pflugk. εἰπεῖν ὅτι τὴν ἡσυχίαν ἄγειν ἐχρῆν, ὅμως δʼ οὖν εἶχον ἄν τινα σκῆψιν εὐπρεπῆ οἱ μηδὲν τῶν δεόντων πράττειν
40.2 βουλόμενοι. εἰ δʼ ἀνάγκη τε τοὺς κεκτημένους τινὰ ὑπὸ πολλῶν ἐπιβουλεύεσθαι, καὶ προσήκει τὰς ἐπιθέσεις αὐτῶν προκαταλαμβάνεσθαι, καὶ οἱ μὲν ἐπὶ τοῖς οἰκείοις ἡσυχάζοντες καὶ περὶ τούτοις κινδυνεύουσιν, οἱ δὲ ἐκ περιουσίας τῷ πολέμῳ καὶ κατὰ τῶν ἀλλοτρίων a)llotri/wn Xyl., a)llobrigwn L. χρώμενοι καὶ ἐκεῖνα φυλάσσουσιν
40.3 (οὐδεὶς γὰρ περὶ τοῖς ἑαυτοῦ δεδιὼς τῶν τοῦ πέλας ἐφίεται· ὁ γὰρ περὶ τῶν ὑπαρχόντων οἱ φόβος ἰσχυρῶς τοῦ πολυπραγμονεῖν τὰ μὴ προσήκοντα αὐτὸν ἀποτρέπεἰ, τί τοῦτο λέγει τις, le/gei tis Rk., le/geis tis L. ὡς οὐ χρὴ ἡμᾶς ἀεί τι προσκτᾶσθαι;
40.4 οὐ μέμνησθε, τὰ μὲν ἀκηκοότες τὰ δὲ ἑορακότες, ὅτι οὔτε τῶν ἐν τῇ Ἰταλίᾳ γενῶν οὐδὲν πρότερον ἀπέσχετο τοῦ τῇ πατρίδι ἡμῶν ἐπιβουλεύειν πρὶν τοὺς πολέμους ἐν τῇ ἐκείνων χώρᾳ τοὺς προγόνους ἡμῶν ποιήσασθαι, οὔτε οἱ Ἠπειρῶται πρὶν ἐς τὴν
40.5 Ἑλλάδα αὐτοὺς περαιωθῆναι; οὐ Φίλιππος μελλήσας καὶ ἐπὶ τὴν Ἰταλίαν στρατεύσειν, πρὶν φθάσαντας τὴν ἐκείνου κακῶς ποιῆσαι· οὐ Περσεύς, οὐκ Ἀντίοχος, οὐ Μιθριδάτης, πρὶν τὰ αὐτὰ αὐτοὺς ἐργάσασθαι. καὶ τί τἆλλα λέγοι τις ἄν;

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi