Kitap 38
36.5
οὐχ ἵνα ῥᾳθυμῶμεν, οὐδʼ ἵνα ἀμελῶμεν, ἀλλʼ ὅπως τά τε τῶν ὑπηκόων ὀρθῶς διοικήσωμεν καὶ τὰ τῶν ἐνσπόνδων ἀσφαλῶς διασώσωμεν, τούς τε ἀδικεῖν ἐπιχειροῦντάς σφας ἀμυνώμεθα, καὶ
36.6
τὰ ἡμέτερα ἐπαυξήσωμεν. ὡς εἴ γε μὴ ταῦθʼ οὕτω φρονοῦντες ἤλθομεν, τί ποτε καὶ ἀρχὴν ἐξεστρατεύσαμεν, ἀλλʼ οὐ τρόπον γέ ge/ Bk., te L. τινα οἴκοι καὶ ἐπὶ τοῖς ἰδίοις κατεμείναμεν; καὶ γάρ που καὶ ἄμεινον ἦν μηδʼ ὑποστῆναι τὴν στρατείαν
36.7
ἢ προσταχθέντας αὐτὴν προδοῦναι. εἰ δʼ οἱ μὲν ὑπὸ τῶν νόμων ἀναγκαζόμενοι τὸ προσταττόμενον ὑπὸ τῆς πατρίδος πράττειν, οἱ δὲ δὴ πλείους ἐθελονταὶ διά τε τὰς τιμὰς καὶ διὰ τὰς ὠφελίας τὰς ἀπὸ τῶν πολέμων περιγιγνομένας πάρεσμεν, πῶς ἂν ἢ καλῶς ἢ ὁσίως ἡμῖν ἔχοι ψεύσασθαι καὶ τὰς τῶν ἐκπεμψάντων ἡμᾶς ἅμα καὶ τὰς
36.8
ἡμετέρας αὐτῶν ἐλπίδας; ἰδίᾳ μὲν γὰρ οὐδʼ ἂν εἷς οὕτως εὖ πράξειεν ὥστε μὴ οὐ τῷ κοινῷ πταίσαντι συναπολέσθαι· τὸ δὲ δημόσιον εὐτυχοῦν πάσας καὶ τὰς ἑκάστου συμφορὰς ἀναφέρει.
37.1
λέγω δὲ ταῦτα οὐ πρὸς ὑμᾶς, ἄνδρες ἑταῖροί τε καὶ φίλοι, τοὺς ἐνταῦθα ὄντας (οὔτε γὰρ ἄλλως ἀγνοεῖτε αὐτὰ ὥστε καὶ μαθεῖν δεῖσθαι, οὔτʼ ὀλιγώρως αὐτῶν ἔχετε ὥστε καὶ προτροπῆς χρῄζεινʼ, ἀλλʼ ὅτι τινὰς τῶν στρατιωτῶν ᾔσθημαι αὐτούς τε θρυλοῦντας ὡς οὐ προσήκοντα τόνδε τὸν πόλεμον ἀνῃρήμεθα, καὶ τοὺς ἄλλους προσστασιάζοντας,
37.2
ἵνʼ αὐτοί τε βεβαιοτέραν ἐκ τῶν παρʼ ἐμοῦ λόγων τὴν ὑπὲρ τῆς πατρίδος προθυμίαν ποιήσησθε, καὶ ἐκείνους πάνθʼ ἃ προσήκει διδάξητε· πλείω γὰρ ἂν παρʼ ὑμῶν ἰδίᾳ καὶ πολλάκις ἀκούοντες αὐτὰ ὠφεληθεῖεν ἢ παρʼ