Kitap 38
34.5
αὐτὸν πρὸς ἐκεῖνον ἀφικνεῖσθαι δεῖ,” ὀργήν τε ὡς καὶ πάντας τοὺς Ῥωμαίους προπεπηλακικότος αὐτοῦ ἐν τούτῳ ἐποιήσατο, καὶ παραχρῆμα τούς τε ὁμήρους τῶν συμμάχων ἀπῄτησεν αὐτόν, καὶ προσαπηγόρευσεν αὐτῷ μήτε τῆς χώρας σφῶν ἐπιβαίνειν μήτʼ ἐπικουρίας οἴκοθεν ἐπάγεσθαι.
34.6
ταῦτα δὲ ἔπραξεν οὐχ ὅτι καὶ καταπλήξειν αὐτόν, ἀλλʼ ὅτι ἐξοργιεῖν κἀκ τούτου πρόφασιν τοῦ πολέμου καὶ μεγάλην καὶ εὐπρεπῆ λήψεσθαι ἤλπισεν. ὅπερ ἐγένετο· ἀχθεσθεὶς γὰρ ὁ βάρβαρος τοῖς ἐπιτάγμασι πολλὰ καὶ δεινὰ ἀπεκρίνατο, ὥστε τὸν Καίσαρα λόγους μὲν μηκέτʼ αὐτῷ ἀντιπέμψαι, τὸν δὲ δὴ Οὐεσοντίωνα, τὴν τῶν Σηκουανῶν πόλιν, εὐθύς, καὶ πρὶν αἰσθέσθαι ai)sqe/sqai UG, ai)sqhqh/sesqai L. τινά, προκατασχεῖν.
35.1
κἀν τούτῳ οἱ στρατιῶται, ἀγγελίας ἐλθούσης ὅτι τε ὁ Ἀριόουιστος ἰσχυρῶς παρασκευάζεται, καὶ ὅτι καὶ ἕτεροι τῶν Κελτῶν πολλοὶ οἱ μὲν διαβεβήκασιν ἤδη τὸν Ῥῆνον ὡς ἐπὶ βοήθειαν αὐτοῦ, οἱ δὲ καὶ ἐπʼ αὐτῷ τῷ ποταμῷ συνειλέχαται suneile/xatai St., suneilo/xatai L. ὅπως ἐξαίφνης σφίσιν ἐπίθωνται, δεινῶς ἠθύμησαν·
35.2
τά τε γὰρ μεγέθη αὐτῶν καὶ τὸ πλῆθος τό τε θράσος καὶ τὰς ἀπʼ αὐτοῦ προχείρους ἀπειλὰς ἐκπλαγέντες οὕτω διετέθησαν ὡς μηδὲ πρὸς ἀνθρώπους τινὰς ἀλλὰ πρὸς θηρία ἄπορα καὶ ἄγρια προσοισόμενοι. καὶ ἐθρύλουν ὅτι πόλεμον οὔτε προσήκοντα οὔτε ἐψηφισμένον διὰ τὴν ἰδίαν τοῦ Καίσαρος φιλοτιμίαν ἀναιροῖντο, καὶ προσεπηπείλουν ἐγκαταλείψειν αὐτόν, ἂν μὴ μεταβάληται.