Thesauros Edebiyat Tarih Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) Cassius Dio Cocceianus

Kitap 38

34.1 οὕτω μὲν δὴ τὸν πρῶτον πόλεμον ὁ Καῖσαρ ἐπολέμησεν, ἀρξάμενος δὲ ἐκεῖθεν οὐχ ἡσύχασεν, ἀλλʼ αὐτός τε τὸ ἑαυτοῦ βούλημα bou/lhma Bk., bou/leuma L. ἅμα ἀπεπλήρωσε καὶ τοῖς συμμάχοις ἐχαρίσατο. οἵ τε γὰρ Σηκουανοὶ καὶ οἱ Αἴδουοι τήν τε ἐπιθυμίαν αὐτοῦ ἰδόντες καὶ τὰ ἔργα ὁμολογοῦντα ταῖς ἐλπίσιν αἰσθόμενοι, ἐκείνῳ τε εὐεργεσίαν ἅμα καταθέσθαι καὶ τοὺς Κελτοὺς τοὺς ὁμοχώρους σφίσι τιμωρήσασθαι
34.2 ἠθέλησαν· τὸν γὰρ Ῥῆνον πάλαι ποτὲ διαβάντες τῆς τε χώρας αὐτῶν τινα παρετέτμηντο καὶ αὐτοὺς au)tou\s Bk., e(autoi=s L, e(autou\s UG. ὑποτελεῖς ἐπεποίηντο, ὁμήρους σφῶν ἔχοντες. καὶ ἐτύγχανον γὰρ δεόμενοι ὧν ὠρέγετο, ῥᾳδίως αὐτὸν ἀνέπεισαν ἐπικουρῆσαί σφισιν.
34.3 ἦρχε μὲν γὰρ Ἀριόουιστος τῶν Κελτῶν ἐκείνων, καὶ τήν τε κύρωσιν τῆς βασιλείας παρὰ τῶν Ῥωμαίων εἰλήφει, καὶ ἐς τοὺς φίλους τούς τε συμμάχους αὐτῶν ὑπʼ αὐτοῦ τοῦ Καίσαρος ὑπατεύοντος ἐσεγέγραπτο· e)sege/grapto Bs., e)/grapto L. πρὸς δὲ δὴ τὴν ἐκ τοῦ πολέμου δόξαν καὶ τὴν ἀπʼ αὐτῆς a)p' au)th=s Bk., a)p' au)tw=n L. ἰσχὺν οὐδὲν τούτων ἐφρόντισε, πλὴν καθʼ ὅσον παρὰ τοῦ βαρβάρου πρόφασιν τῆς διαφορᾶς, μὴ καὶ προϋπάρχειν
34.4 τι ἐς αὐτὸν νομισθῇ, λαβεῖν ἠθέλησε. καὶ διὰ τοῦτο μετεπέμψατο αὐτὸν ὡς καὶ διαλεχθῆναί τι αὐτῷ δεόμενος. ἐπειδή τε οὐχ ὑπήκουσεν, ἀλλὰ καὶ ἔφη ὅτι “εἴ τί μοι βούλεται Καῖσαρ εἰπεῖν, αὐτὸς πρὸς ἐμὲ ἐλθέτω· οὔτε γὰρ ἄλλως καταδεέστερος αὐτοῦ εἰμι, καὶ τὸν χρείαν τινὸς ἔχοντα

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi