Thesauros Edebiyat Tarih Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) Cassius Dio Cocceianus

Kitap 38

32.2 κωλύμασιν ἐς Σηκουανοὺς ἀπετράποντο, καὶ διά τε τούτων καὶ διὰ τῶν Αἰδούων ἐθελοντί σφισι τὴν δίοδον, ἐφʼ ᾧ μηδὲν ἀδικηθῶσι, παρεχόντων διιόντες οὐκ ἐνέμειναν τοῖς ὡμολογημένοις, ἀλλὰ τὴν χώραν αὐτῶν ἐλεηλάτουν. πέμψαντες οὖν οἵ τε Σηκουανοὶ καὶ οἱ Αἴδουοι πρὸς τὸν Καίσαρα ἐπικουρίαν τε παρʼ αὐτοῦ ᾔτουν, καὶ ἐδέοντο μή
32.3 σφας περιιδεῖν ἀπολομένους. a)polome/nous Cobet, a)poloume/nous L. καὶ ἔλεγον μὲν οὐδὲν ὅμοια οἷς ἔπραξαν, ἔτυχον δʼ οὖν ὅμως ὧν ἠξίουν· ὁ γὰρ Καῖσαρ φοβηθεὶς μὴ καὶ ἐπὶ τὴν Τόλοσαν οἱ Ἐλουήτιοι τράπωνται, εἵλετο μετʼ ἐκείνων αὐτοὺς ἀμύνασθαι μᾶλλον ἢ συμφρονήσασί σφισιν, ὅπερ εὔδηλον ἦν ἐσόμενον, πολεμῆσαι.
32.4 προσπεσὼν οὖν διὰ ταῦτα τοῖς Ἐλουητίοις τὸν Ἄραριν διαβαίνουσι, τοὺς μὲν τελευταίους ἐπακολουθοῦντας ἐν αὐτῷ τῷ πόρῳ διέφθειρε, τοὺς δὲ προκεχωρηκότας ἐς τοσοῦτον ἐκ τοῦ αἰφνιδίου καὶ ἐκ τοῦ τάχους τῆς διώξεως καὶ ἐκ e)k added by Bk. τῆς πύστεως τῶν ἀπολωλότων ἐξέπληξεν ὥστε ἐς ὁμολογίαν
33.1 ἐπὶ χώρᾳ τινὶ ἐθελῆσαι ἐλθεῖν. οὐ μέντοι καὶ συνέβησαν· ἐπειδὴ γὰρ ὁμήρους ᾐτήθησαν, ἠγανάκτησαν οὐχ ὅτι ἠπιστοῦντο, ἀλλʼ ὅτι ἀπηξίουν ὁμήρους τισὶ δοῦναι. καὶ τῶν μὲν σπονδῶν κατεφρόνησαν, προχωροῦντες δὲ αὖθις τήν τε ἵππον τοῦ Καίσαρος, ἀπό τε τοῦ πεζοῦ πολὺ προδραμοῦσαν καὶ τοὺς ὀπισθοφύλακας αὐτῶν παραλυποῦσαν, ὑποστάντες
33.2 τῷ ἱππικῷ ἐνίκησαν, κἀκ τούτου αὐτοί τε φρόνημα λαβόντες καὶ ἐκεῖνον φυγεῖν διά τε τὴν ἐλάττωσιν, καὶ ὅτι σπανίσας τῶν ἐπιτηδείων πρὸς πόλιν τινὰ ἔξω τῆς ὁδοῦ οὖσαν ἐξετράπετο, νομίσαντες,

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi