Thesauros Edebiyat Tarih Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) Cassius Dio Cocceianus

Kitap 38

29.1 τελευτήσαντος ἔσται· ἂν δὲ δὴ τήν τε κάθοδον σπουδάσῃς καὶ τὴν ἐν τῇ πολιτείᾳ λαμπρότητα ζηλώσῃς, δυσχερὲς μὲν οὐδὲν εἰπεῖν βούλομαι, φοβοῦμαι δέ, ἔς τε τὰ πράγματα ἀποβλέπων καὶ τὴν σὴν παρρησίαν ἐννοῶν, τήν τε δύναμιν καὶ τὸ πλῆθος τῶν ἀντιστασιωτῶν σου θεωρῶν,
29.2 μήποτέ τι καὶ αὖθις σφαλῇς. καὶ εἰ μὲν ἐν φυγῇ γένοιο, μεταγνώσῃ μόνον, mo/non Bk., me\n L. εἰ δέ τι ἕτερον ἀνήκεστον πάθοις, οὐδὲ μετανοῆσαι δυνήσῃ. καίτοι πῶς μὲν οὐ δεινόν, πῶς δʼ οὐκ αἰσχρὸν ἀποτμηθῆναί τέ τινος τὴν κεφαλὴν καὶ ἐς τὴν ἀγορὰν τεθῆναι, κἂν οὕτω τύχῃ, καὶ ἄνδρα τινὰ αὐτῇ
29.3 καὶ γυναῖκα kai\ a)/ndra — kai\ gunai=ka Bk., ka)\n a). — ka)\n g. L. ἐνυβρίσαι; καί με μὴ ὡς φαῦλά σοι οἰωνιζόμενον μισήσῃς, ἀλλʼ ὡς διοσημίαν τινὰ προδεικνύντα φύλαξαι. μηδέ σε ἐξαπατάτω e)capata/tw R. Steph., e)capa/tw L. τοῦθʼ, ὅτι καὶ φίλους τινὰς τῶν δυνατῶν ἔχεις· οὐδὲν γάρ σε ὠφελήσουσιν οἱ δοκοῦντες φιλεῖν πρὸς τοὺς ἐχθρῶς e)xqrw=s R. Steph., e)xqrou\s L. διακειμένους, ὥσπερ
29.4 που καὶ πεπείρασαι. οἱ γὰρ δυναστείας ἐρῶντες παρʼ οὐδὲν ou)de\n Reim., ou)deni\ L. πάντα τἆλλα πρὸς τὸ τυχεῖν ὧν βούλονται τίθενται, ἀλλὰ καὶ τοὺς φιλτάτους καὶ τοὺς συγγενεστάτους πολλάκις ἀντὶ τῶν ἐχθίστων ἀντικαταλλάσσονται.”
30.1 καὶ Κικέρων μὲν ταῦτα ἀκούσας ῥᾴων r(a/|wn Rk., r(aidi/ws L. πως ἐγένετο, οὐ μέντοι καὶ ἐπὶ πολὺ ἔφυγεν, ἀλλὰ καὶ ὑπʼ αὐτοῦ τοῦ Πομπηίου τοῦ μάλιστα αὐτὸν ἐκβαλόντος κατήχθη. αἴτιον δὲ ὅτι ὁ Κλώδιος τόν τε Τιγράνην τὸν νεώτερον, ἐν δεσμοῖς ἔτι καὶ

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi