Thesauros Edebiyat Tarih Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) Cassius Dio Cocceianus

Kitap 38

28.3 τά τε γὰρ ἐπιτήδεια ἀρκοῦντα ἔχεις καὶ οὔτʼ ἀξιώματός τινος προσδέῃ. εἰ γάρ τι καὶ ἐν τούτοις ἀγαθόν ἐστιν, ὑπάτευκας· καὶ πλέον οὐδὲν τοῖς καὶ δεύτερον καὶ τρίτον ἢ καὶ τέταρτον ἄρξασι, πλὴν γραμμάτων ἀριθμοῦ κενῶν, ὑπάρχει, ἃ μήτε ζῶντα μήτʼ ἀποθανόντα τινὰ ὠφελεῖ.
28.4 οὔκουν ἂν ἕλοιο οὔτε Κορουῖνος οὔτε Μάριος ὁ ἑπτάκις ὑπατεύσας μᾶλλον ἢ Κικέρων εἶναι. οὔτʼ αὖ ἡγεμονίας τινὸς ἐπιθυμεῖς, ὅς γε καὶ τὴν δοθεῖσάν σοι ἐξέστης, καταφρονήσας μὲν τῶν ἀπʼ αὐτῆς κερδῶν, καταφρονήσας δὲ καὶ τῆς ὀλιγοχρονίου τε καὶ ὑπευθύνου πᾶσι τοῖς συκοφαντεῖν
28.5 ἐθέλουσιν ἐξουσίας. καὶ ταῦτʼ εἶπον οὐχ ὅτι καὶ ἀναγκαῖόν τι ti supplied by Oddey. αὐτῶν πρὸς εὐδαιμονίαν ἐστίν, ἀλλʼ ὅτι καὶ ἐν τοῖς πολιτικοῖς, ἐπείπερ ἐχρῆν, ἱκανῶς ἐξήτασαι, ἵνα καὶ ἐξ ἐκείνων τὸ διάφορον τῶν βίων μαθὼν τὰ μὲν ἕλῃ τὰ δὲ ἀπώσῃ a)pw/sh| Dind., a)pwqh/sh| L. καὶ τὰ μὲν διώξῃς τὰ δὲ φύγῃς. σμικρὸς γὰρ ὁ βίος ἡμῶν, καὶ δεῖ σε μὴ πάντα αὐτὸν ἄλλοις βιῶναι,
28.6 ἀλλʼ ἤδη τι καὶ σεαυτῷ χαρίσασθαι. σκέψαι δὲ ὅσον ἥ τε ἡσυχία τῆς ταραχῆς καὶ ἡ εὔροια eu)/roia R. Steph., eu)/reia L. τῶν θορύβων ἥ τε ἐλευθερία τῆς δουλείας καὶ ἡ ἀσφάλεια τῶν κινδύνων διαφέρει, ἵνʼ ἐπιθυμήσῃς ζῆσαι ὡς ἐγώ σοι παραινῶ.
28.6 οὕτω μὲν γὰρ εὐδαιμονήσεις, καί σου μέγα ὄνομα καὶ kai\ R. Steph., ei)= kai\ L. τοῦτο ἀεὶ καὶ ζῶντος ἐπὶ τούτῳ καὶ

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi