Kitap 38
27.2
δὲ ἐν ταῖς στάσεσιν. ἅτε γὰρ ἐν τεταραγμένοις καὶ ἀκαταστάτοις πράγμασι φερόμενοι fero/menoi R. Steph., fero/menos L. μικρόν, μᾶλλον δὲ οὐδέν, τῶν χειμαζομένων διαφέρουσιν, ἀλλʼ ἄνω τε καὶ κάτω, τοτὲ μὲν δεῦρο τοτὲ δὲ ἐκεῖσε, ᾅττουσι· a(/|ttousi supplied by Reim. κἂν ἄρα τι καὶ τὸ βραχύτατον
27.3
σφαλῶσι, παντελῶς βαπτίζονται. καὶ ἵνα γε μήτε τὸν Δροῦσον μήτε τὸν Σκιπίωνα μήτε τοὺς Γράκχους ἢ καὶ ἄλλους τινὰς εἴπω, μέμνησο me/mnhso Rk., me/mnhsqe L. μὲν ὅπως ὁ Κάμιλλος ὁ φυγὰς ἄμεινον τοῦ Καπιτωλίνου *kapitwli/nou Wesseling, *kapitwli/ou L. μετὰ ταῦτα ἀπήλλαξε, μέμνησο me/mnhso Rk., me/mnhsqe L. δὲ ὅσον Ἀριστείδης τοῦ Θεμιστοκλέους ὕστερον διήνεγκεν.
27.4
ὥστε καὶ σὺ μάλιστα μὲν ἔλπιζε καὶ καταχθήσεσθαι (οὔτε γὰρ ἐξ ἀδικίας ἐξελήλασαι, καὶ ἐπιζητήσουσι μέν σε, ὡς πυνθάνομαι, καὶ αὐτοὶ οἱ ἐκβεβληκότες, ποθήσουσι δὲ πάντεσʼ· ἂν δὲ δὴ καὶ ἐν τοῖς παροῦσιν ἐμμείνῃς, μήτι γε mh/ti ge Dind.. mh/toi ge L. καὶ
28.1
ἀνιαθῇς παρὰ τοῦτο μηδέν. ἂν μὲν γάρ μοι πεισθῇς, καὶ πάνυ ἀγαπήσεις χωρίον τέ τι παραθαλασσίδιον ἔξω πάτου ἐκλεξάμενος, καὶ ἐν αὐτῷ γεωργῶν τε ἅμα καὶ συγγράφων τι, ὡς Ξενοφῶν,
28.2
ὡς Θουκυδίδης. τό τε γὰρ εἶδος τοῦτο τῆς σοφίας διαρκέστατόν ἐστι καὶ παντὶ μὲν ἀνδρὶ πάσῃ δὲ πολιτείᾳ ἁρμοδιώτατον, καὶ ἡ φυγὴ φέρει τινὰ σχολὴν γονιμωτέραν. ὥστʼ εἴπερ ὄντως ἀθάνατος καθάπερ ἐκεῖνοι γενέσθαι ἐθέλεις, ζήλωσον αὐτούς.