Kitap 38
26.3
ποιεῖ. καὶ ταῦθʼ ὁ Κάμιλλος ἐννοήσας e)nnoh/sas Rk., eu)= noh/sas L. ἡδέως ἐν Ἀρδέᾳ κατῴκησε, ταῦθʼ ὁ Σκιπίων λογισάμενος ἀλύπως ἐν Λιτέρνῳ κατεβίω. τί γὰρ δεῖ τὸν Ἀριστείδην, τί δὲ τὸν Θεμιστοκλέα λέγειν, οὓς ἐνδοξοτέρους ἡ φυγὴ ἐποίησεν, τί τὸν Ἀννι *)/annion L, *)anni/ban Fabricius. τί τὸν Σόλωνα, ὃς ἑκὼν ἔτη δέκα ἀπεξενώθη;
26.4
μὴ οὖν μηδὲ σὺ μήτε χαλεπόν τι τῶν τοιούτων, ἃ μήτε τῇ th=| supplied by Leuncl. τοῦ σώματος μήτε τῇ τῆς ψυχῆς ἡμῶν φύσει προσήκει, νόμιζε εἶναι, μήτʼ ἀγανάκτει τοῖς προσπεπτωκόσιν. οὐδὲ γὰρ οὐδʼ αἵρεσίς τις ἔστιν ἡμῖν τοῦ ζῆν ὅπως ἂν ἐθελήσωμεν, ὥσπερ εἶπον, ἀλλὰ ἀνάγκη πᾶσα ὑπομένειν
26.5
ἡμᾶς τὰ δοκοῦντα τῷ δαιμονίῳ. τοῦτο δὲ ἂν μὲν ἐθελονταὶ ποιῶμεν, οὐ λυπησόμεθα, ἂν δὲ ἀκόντως, οὔτε ou)/te Rk., ou)de\, L. ἐκφευξόμεθά τι τῶν πεπρωμένων, καὶ τὸ μέγιστον τῶν κακῶν προσεπικτησόμεθα,
26.6
τὸ μάτην ἀνιᾶσθαι. τεκμήριον δὲ ὅτι οἱ μὲν καὶ τὰ ἀτοπώτατα εὐκόλως φέροντες ἐν οὐδενὶ δεινῷ καθεστηκέναι νομίζουσιν, οἱ δὲ καὶ τοῖς ἐλαφροτάτοις βαρυνόμενοι πάντα τὰ ἐξ ἀνθρώπων κακὰ ἔχειν ὑποπτεύουσι· καὶ ἕτεροι, οἱ μὲν καὶ τὰ ἀμείνω κακῶς οἱ δὲ καὶ τὰ χείρω καλῶς μεταχειριζόμενοι, τοιαῦτα καὶ τοῖς ἄλλοις a)/llois supplied by Rk. ἑκάτερα δοκεῖν εἶναι ποιοῦσιν οἷα αὑτοῖς εἶναι παρασκευάζουσι.
27.1
καὶ σὺ οὖν ταῦτα λογιζόμενος μήτε τοῖς παροῦσιν ἄχθου, μήτʼ, ἂν τοὺς ἐκβαλόντας σε εὐτυχοῦντας πυνθάνῃ, λυποῦ. κουφαὶ koufai\ Leuncl., kwfai\ L. μὲν γὰρ καὶ ἐφήμεροι καὶ ἄλλως αἱ τῶν ἀνθρώπων εὐπραγίαι εἰσί, καὶ ὅσῳ ἂν μᾶλλόν τις ἀπʼ αὐτῶν ἐπαύξῃ, ῥᾷον ὥσπερ πνεῦμα πίπτει, μάλιστα