Thesauros Edebiyat Tarih Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) Cassius Dio Cocceianus

Kitap 38

25.4 καλὸν καὶ ἀναγκαῖόν ἐστιν. οὐ γάρ που μᾶλλον ἂν ἐθελήσαις e)qelh/sais H. Steph., e)qelh=sai L. τῷ τε Κατιλίνᾳ συμπράξας καὶ τῷ Λεντούλῳ συνομόσας, καὶ πάντα μὲν τἀναντία τῶν συμφερόντων τῇ πατρίδι παραινέσας, μηδὲν δὲ τῶν προσταχθέντων σοι ὑπʼ αὐτῆς ποιήσας, οἴκοι μένειν ἀδικήσας ἢ h)\ added by Xyl. κατορθώσας φυγεῖν.
25.5 οὐκοῦν εἰ καὶ τῆς δόξης σοι μέλει, πολλῷ που αἱρετώτερόν ἐστι μηδὲν ἀδικήσαντά σε ἐκπεπτωκέναι ἢ κακουργήσαντά τι οἴκοι μεμενηκέναι· τά τε γὰρ ἄλλα καὶ ἡ αἰσχύνη τοῖς ἀδίκως ἐκβαλοῦσί e)kbalou=si Bk., e)kba/llousin L. τινα, ἀλλʼ οὐ τῷ κατʼ ἐπήρειαν ἐξελαθέντι e)celaqe/nti Dind., e)celasqe/nti L. προσγίγνεται.
26.1 καίτοι ἔγωγε ἀκούω τοῦθʼ, ὅτι οὐκ ἄκων οὐδʼ ἁλοὺς a(lou\s R. Steph., a)/llous L. μετέστης, mete/sths Bk., mete/sthsas L. ἀλλʼ ἐθελοντὴς ἐμίσησας τὸν μετʼ αὐτῶν βίον, ἅτε μήτε βελτίους σφᾶς ποιῆσαι δυνάμενος μήτε συναπολέσθαι σφίσιν ὑπομένων, καὶ ἔφυγες οὐ τὴν πατρίδα ἀλλὰ τοὺς ἐπιβουλεύοντας αὐτῇ. ὥστʼ ἐκεῖνοι μὲν καὶ ἄτιμοι καὶ ἐξόριστοι εἶεν ἄν, πάντα τἀγαθὰ ἐκ τῶν ψυχῶν
26.2 ἐκβεβληκότες, σὺ δὲ ἐπίτιμος καὶ εὐδαίμων, μήτʼ ἀτόπως τινὶ δουλεύων καὶ πάντα τὰ προσήκοντα ἔχων, ἄν τε ἐν Σικελίᾳ ἄν τε ἐν Μακεδονίᾳ ἄν τε καὶ ἄλλοθί που τῆς οἰκουμένης ζῆν ἐθελήσῃς. οὐ γὰρ δήπου τὰ χωρία οὔτε εὐτυχίαν οὔτε κακοδαιμονίαν τινὰ δίδωσιν, ἀλλὰ καὶ αὐτὸς ἕκαστος αὑτῷ καὶ πατρίδα καὶ εὐδαιμονίαν ἀεὶ καὶ πανταχοῦ

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi