Kitap 38
24.5
κἀκεῖνα, ὅσα ἂν ἐν τῷ ἀκουσίῳ θῇ τις εἶναι. καὶ γάρ που καὶ ἀρχαῖος λόγος καὶ μάλα εὖ ἔχων ἐστὶν ὅτι δεῖ ἡμᾶς μὴ ὅσα ἂν βουλώμεθα ἀξιοῦν γίγνεσθαι, ἀλλʼ ὅσα ἂν ἔκ τινος ἀνάγκης γίγνηται βούλεσθαι. οὔτε γὰρ αὐθαίρετον τὸν τοῦ βίου τρόπον ἔχομεν οὔθʼ αὑτῶν ou)/q' au(tw=n R. Steph., ou)/t' au)tw=n L. ἐσμέν· ἀλλʼ ὅπως ἂν
24.6
τῇ τύχῃ δόξῃ, καὶ ὁποῖος ἂν ἑκάστῳ ἡμῶν δαίμων ἐκπληρωτὴς τοῦ τεταγμένου δοθῇ, τοιοῦτον ἀνάγκη καὶ ἐκεῖνον ἡμᾶς ποιεῖσθαι.
25.1
ταῦτα μὲν δὴ τοιαῦτά ἐστιν, ἄν τʼ ἐθέλωμεν ἄν τε καὶ μή· εἰ δέ σε οὐχὶ ἡ ἀτιμία αὐτὴ au)th\ Rk., au(/th L. οὐδʼ ἡ φυγὴ αὐτὴ au)th\ Rk., au(/th L. λυπεῖ, ἀλλʼ ὅτι μὴ μόνον μηδὲν ἠδικηκὼς τὴν πατρίδα ἀλλὰ καὶ πολλὰ εὐηργετηκὼς ἠτίμωσαί τε καὶ ἐξελήλασαι, λόγισαι τοῦθʼ, ὅτι ἐπειδήπερ ἅπαξ ἐπέπρωτό σοι τοιοῦτό τι παθεῖν, κάλλιστον δήπου καὶ ἄριστον συμβέβηκε
25.2
τὸ μηδὲν ἀδικήσαντά σε ἐπηρεάσθαι. e)phrea/sqai Bk., e)phre/sqai L. σὺ su\ Pflugk, kai\ su\ L. μὲν γὰρ πάντα τὰ καθήκοντα τοῖς πολίταις συνεβούλευσας καὶ ἔπραξας, οὐκ ἰδιωτεύων ἀλλʼ ὑπατεύων, οὐδʼ ἰδίᾳ τι πολυπραγμονῶν ἀλλὰ τοῖς τῆς βουλῆς δόγμασι πειθόμενος, οὐ κατὰ στάσιν ἀλλʼ
25.3
ἐπὶ τῷ βελτίστῳ γενομένοις· genome/nois Pflugk, geno/menos L. ὁ δεῖνα δὲ καὶ ὁ δεῖνα ἐκ δυναστείας καὶ ἐπηρείας πάντα κατὰ σοῦ συνεσκευάσαντο, ὥστʼ ἐκείνοις μὲν καὶ ἄχθεσθαι καὶ λυπεῖσθαι ἐπὶ τῇ ἀδικίᾳ προσήκει, σοὶ δὲ δὴ ἀνδρείως φέρειν τὰ δόξαντα τῷ δαίμονι καὶ