Thesauros Edebiyat Tarih Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) Cassius Dio Cocceianus

Kitap 38

23.2 “οὐδαμῇ ἔμοιγε” εἶπεν ὁ Φιλίσκος. “δύο γὰρ τούτων ὄντων ἐξ ὧν συνεστήκαμεν, ψυχῆς τε καὶ σώματος, καὶ ῥητῶν ἑκατέρῳ παρʼ αὐτῆς τῆς φύσεως καὶ ἀγαθῶν καὶ κακῶν δεδομένων, εἰ μέν τι περὶ ταῦθʼ ἁμαρτάνοιτο, καὶ βλαβερὸν ἂν εἰκότως καὶ αἰσχρὸν νομίζοιτο, εἰ δʼ ὀρθῶς ἔχοι,
23.3 καὶ μᾶλλον ἂν ὠφέλιμον εἴη. ὃ καὶ σοὶ νῦν ὑπάρχει. τὰ γὰρ δὴ ἄλλʼ ἐκεῖνα, αἱ φυγαὶ ai( fugai\ supplied by Rk. καὶ αἱ ἀτιμίαι, καὶ εἰ δή τι τοιοῦτον ἕτερον, νόμῳ τε καὶ δοκήσει τινὶ καὶ αἰσχρὰ καὶ κακά ἐστι, καὶ οὐδὲν οὔτε τῷ σώματι οὔτε τῇ ψυχῇ λυμαίνεται. ποῖον μὲν γὰρ ἂν a)\n added by Pflugk. σῶμα εἰπεῖν ἔχοις νενοσηκὸς ἢ καὶ ἀπολωλός, ποίαν δὲ ψυχὴν ἀδικωτέραν ἢ καὶ ἀμαθεστέραν γεγονυῖαν ὑπʼ ἀτιμίας καὶ φυγῆς ἢ καὶ ἄλλου τινὸς τῶν τοιούτων; ἐγὼ μὲν γὰρ
23.4 οὐχ ὁρῶ. τὸ δὲ αἴτιον ὅτι οὐδέν σφων φύσει κακόν ἐστιν, ὥσπερ οὐδʼ ou)d' Bk., ou)/q' L. ἡ ἐπιτιμία οὐδʼ ἡ ἐν τῇ πατρίδι διατριβὴ φύσει χρηστή, ἀλλʼ ὁποῖά ποτʼ ἄν τις ἕκαστος ἡμῶν περὶ αὐτὰ δοξάσῃ, τοιαῦτα
23.5 καὶ δοκεῖ εἶναι. αὐτίκα τὴν ἀτιμίαν οὐκ ἐπὶ τοῖς αὐτοῖς παντελῶς ἄνθρωποι νομίζουσιν, nomi/zousin Bk., nomi/zousin e)pitimi/an L. ἀλλʼ ἔστιν ἃ τῶν ἔργων ἐπαίτια παρὰ τισὶν ὄντα παρ ἄλλοις ἐπαινεῖται, καὶ ἕτερα πρὸς τινῶν τιμώμενα πρὸς ἑτέρων κολάζεται· εἰσὶ δὲ οἳ καὶ τὴν ἀρχὴν

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi