Thesauros Edebiyat Tarih Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) Cassius Dio Cocceianus

Kitap 38

19.3 ἐπιτήδεια αὐτάρκη κεκτημένον, ὥστε μήτε πεινῆν μήτε διψῆν ἢ ῥιγοῦν ἢ καὶ ἄλλο τι ἄτοπον ὑπʼ ἀπορίας ὑπομένειν, ὃ δὴ καὶ δεύτερον εἰκότως ἄν τις ἀγαθὸν ἀνθρώπῳ φύσει τιθείη. ὅταν γάρ τινι ἥ τε τοῦ σώματος σύστασις εὖ h(/ te eu)= Rk., h(\ eu)= te L. ἔχῃ καὶ διαρκεῖν ἀφροντιστῶν δύνηται, πάντα τὰ πρὸς εὐδαιμονίαν ἐπιβάλλοντα καρποῦται.”
20.1 ὁ οὖν Κικέρων ὑπολαβὼν ἔφη, “ἀλλʼ οὐδὲν τῶν τοιούτων ὄφελός ἐστιν, ὅταν του τὴν ψυχὴν λυπῇ τι καὶ δάκνῃ· πολλῷ γὰρ πλεῖον plei=on Rk., plei/ona L. αἱ ἐκείνης φροντίδες ταλαιπωροῦσί τινα ἢ αἱ τοῦ σώματος εὐπάθειαι τέρπουσιν. ὥσπερ καὶ ἐγὼ νῦν οὐδὲν οὔτε τῆς τοῦ σώματος ὑγιείας προτιμῶ, νοσῶν γε τὴν γνώμην, οὔτε τῆς τῶν ἐπιτηδείων εὐπορίας· πολλῶν γὰρ ἀπεστέρημαι.”
20.2 καὶ ὅς, “καὶ τοῦτό σε,” ἔφη, “λυπεῖ; εἰ μὲν γὰρ ἐνδεήσεσθαι τῶν ἀναγκαίων ἔμελλες, λόγον ἄν τινα εἶχεν ἄχθεσθαί σε τοῖς ἀπολωλόσιν· εἰ δὲ ἔκπλεα σοι πάντα τὰ ἐπιτήδεια ὑπάρχει, τί ἀνιᾷ ὅτι μὴ καὶ πλείω κέκτησαι; πᾶν γὰρ τὸ ὑπὲρ τὴν χρείαν τινὶ ὂν περιττόν ἐστι, καὶ ἐν τῷ ἴσῳ καὶ
20.3 παρὸν καὶ ἀπὸν καθέστηκεν, ἐπεί τοι καὶ πρότερον οὐδὲν δήπου τοῖς μὴ ἀναγκαίοις ἐχρῶ, ὥστε καὶ τότε μὴ εἶναι ὧν μὴ ἔχρῃζες ἢ καὶ νῦν εἶναι ὧν μὴ δέῃ νόμιζε. καὶ γὰρ οὐδὲ πατρῷά σοι τὰ πολλὰ αὐτῶν γέγονεν, ὥστε σε σπουδὴν ἰδιωτέραν περὶ αὐτὰ ποιεῖσθαι, ἀλλὰ ὑπό τε τῆς γλώττης καὶ ὑπὸ τῶν λόγων σου πεπόρισται, διʼ οὓς καὶ

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi