Kitap 38
18.4
καὶ ἄφρακτόν σε εὕροι. ἐπεὶ δʼ οὖν ἐν τούτῳ καθέστηκας, καὶ γὰρ ἄν τι ὠφελήσαιμί σε διαλεξάμενός τι τῶν προσφόρων, ἵνʼ ὥσπερ οἱ τὰ φορτία συναιρόμενοί τισιν ἐπικουφίζουσιν αὐτούς, καὶ ἐγώ σοι τὸ πάθος τοῦτο ἐπελαφρύναιμι, τοσούτῳ ῥᾷον ἐκείνων ὅσῳ μηδὲ
18.5
τὸ βραχύτατον αὐτοῦ μεταλήψομαι. οὐ γάρ που καὶ ἀπαξιώσεις παραμυθίου τινὸς παρʼ ἑτέρου τυχεῖν. εἰ μὲν γὰρ αὐτάρκης ἑαυτῷ ἦσθα, οὐδὲν ἂν ἡμῖν τῶν λόγων τούτων ἔδει· νῦν δʼ ὅμοιον πέπονθας ὥσπερ εἰ Ἱπποκράτης ἢ Δημοκήδης ἢ καὶ ἄλλος τις τῶν πάνυ ἰατρῶν νοσήματι δυσιάτῳ περιπεσὼν ἀλλοτρίας χειρὸς πρὸς τὴν ἄκεσιν αὐτοῦ προσεδεήθη. prosedeh/qh Rk., prosdehqh=i L.”
19.1
“Ἀλλʼ εἴ γέ τινα,” ἔφη ὁ Κικέρων, “τοιοῦτον ἔχεις λόγον ὥστε τὴν ἀχλύν μου ταύτην ἀπὸ τῆς ψυχῆς ἀφελεῖν καὶ ἐς τὸ ἀρχαῖόν με φῶς ἐπαναγαγεῖν, ἑτοιμότατός εἰμι ἀκούειν. ὥσπερ γὰρ τῶν φαρμάκων, οὕτω δὴ καὶ τῶν λόγων καὶ διαφοραὶ πολλαὶ καὶ δυνάμεις ποικίλαι εἰσίν, ὥστʼ οὐδὲν θαυμαστὸν εἰ καὶ ἐμὲ τὸν λαμπρὸν ἔν τε τῇ γερουσίᾳ καὶ ἐν ταῖς ἐκκλησίαις τοῖς τε δικαστηρίοις σοφίᾳ τινὶ καταιονήσειας.”
19.2
“φέρε οὖν,” εἶπεν ὁ Φιλίσκος, “ἐπειδήπερ ἀκούειν ἕτοιμος εἶ, σκεψώμεθα πρῶτον μὲν εἰ κακὰ ὡς ἀληθῶς ἐστι ταῦτα τὰ περιεστηκότα σε, ἔπειτα δὲ τίνα τρόπον αὐτὰ ἀκεσόμεθα. ἐγὼ τοίνυν πρῶτον μὲν ἁπάντων ὁρῶ σε ὑγιαίνοντα τῷ σώματι καὶ εὖ μάλα ἐρρωμένον, ὅπερ που πρῶτον κατὰ φύσιν ἀγαθόν ἐστιν ἀνθρώποις, ἔπειτα δὲ τὰ