Thesauros Edebiyat Tarih Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) Cassius Dio Cocceianus

Kitap 38

1.4 ἀρχὴν πολλῶν προσλαμβανόντων. τὴν δὲ χώραν τήν τε κοινὴν ἅπασαν πλὴν τῆς Καμπανίδος ἔνεμε (ταύτην γὰρ ἐν τῷ δημοσίῳ ἐξαίρετον διὰ τὴν ἀρετὴν συνεβούλευσεν εἶναἰ, καὶ τὴν λοιπὴν οὔτε παρὰ ἄκοντός τινος οὔτʼ αὖ ὅσου ἂν οἱ γεωνόμοι βουληθῶσιν, ἀλλὰ πρῶτον μὲν παρʼ ἑκόντων, ἔπειτα δὲ τοσούτου ὅσου ἐν ταῖς ἀπογραφαῖς
1.5 ἐτετίμητο, ἀγορασθῆναι ἐκέλευσε. χρήματά τε γὰρ πολλὰ ἀπό τε τῆς λείας ἣν ὁ Πομπήιος εἰλήφει καὶ ἀπὸ τῶν φόρων τῶν τε τελῶν τῶν προσκαταστάντων περιεῖναί σφισιν ἔλεγε, καὶ χρῆναι αὐτά, ἅτε καὶ τοῖς τῶν πολιτῶν κινδύνοις πεπορισμένα, ἐς αὐτοὺς
1.6 ἐκείνους ἀναλωθῆναι. καὶ μέντοι καὶ τοὺς γεωνόμους οὔτʼ ou)/t' Bk., mht' L. ὀλίγους, ὥστε καὶ δυναστείᾳ τινὶ ἐοικέναι, οὔτʼ ἐξ ὑπευθύνων, ὥστε τινὰ δυσχερᾶναι, καθίστη, ἀλλὰ πρῶτον μὲν τοῦ συχνοὺς τῆς τιμῆς μετασχεῖν εἴκοσιν, tou= suxnou\s th=s timh=s metasxei=n ei)/kosin Reim., tou= suxnou= th=s timh=s ei)/kosin metasxei=n L. ἔπειτα δὲ τοὺς
1.7 ἐπιτηδειοτάτους, πλὴν ἑαυτοῦ. πάνυ γάρ τι τοῦτο προδιωμολογήσατο, ὅπως μὴ διʼ ἑαυτόν τι ti Bk., toi L. γράφειν νομισθείη· αὐτὸς μὲν γὰρ τῇ τε εὑρήσει καὶ τῇ ἐσηγήσει τοῦ πράγματος ἠρκεῖτο, ὥς γε ἔλεγε, τῷ δὲ δὴ Πομπηίῳ καὶ τῷ Κράσσῳ τοῖς τε ἄλλοις φανερῶς ἐχαρίζετο.
2.1 ἕνεκα μὲν οὖν τῶν γραφέντων ἀναίτιος ἦν, ὥστε μηδὲ mhde\ v. Hers., mh\ L. διᾶραι τὸ στόμα ὑπεναντίον οἱ μηδένα τολμῆσαι· καὶ γὰρ προανέγνω αὐτὰ ἐν τῇ βουλῇ, καὶ ὀνομαστὶ ἕνα ἕκαστον αὐτῶν ἀνακαλῶν ἐπηρώτησε μή τί τις αἰτιᾶται, μεταγράψειν ἢ καὶ παντελῶς ἀπαλείψειν, εἴ γέ τῳ μὴ ἀρέσειέ τι,

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi