Kitap 38
15.6
αὐτῶν τῶν κατηγόρων ῥυόμενον· r(uo/menon Cary, r(u/esqai L. καὶ ὁ Κλώδιος, ἅτε καὶ ἐν γένει ποτὲ αὐτῷ γενόμενος καὶ συστρατεύσας ἐπὶ πολὺν χρόνον, οὐδὲν ὅ τι οὐ κατὰ γνώμην αὐτοῦ ἐδόκει ποιήσειν. τόν τε Γαβίνιον ἄντικρυς, ἅτε καὶ πάνυ φίλον αὐτῷ ὄντα, καὶ τὸν Πίσωνα ἀπό τε τῆς ἐπιεικείας καὶ διὰ τὴν τοῦ Καίσαρος συγγένειαν ὑπάρξειν οἱ προσεδόκησε.
16.1
τούτοις τε οὖν τοῖς λογισμοῖς κρατήσειν ἐλπίσας (καὶ γὰρ ἐθάρσει παρὰ λόγον ὥσπερ ἀνεξετάστως ἐδεδίεἰ, καὶ φοβηθεὶς μὴ καὶ ἐκ πονηροῦ συνειδότος τὴν ἀποδημίαν πεποιῆσθαι δόξῃ, τῷ μὲν Καίσαρι χάριν δή τινα ἔχειν ἔλεγε, τῷ δὲ δὴ Πομπηίῳ ἐπείσθη.
16.2
καὶ ὁ μὲν οὕτως ἀπατηθεὶς παρεσκευάζετο ὡς καὶ πολὺ τῶν ἐχθρῶν ὑπεροίσων. πρὸς γὰρ δὴ τοῖς εἰρημένοις, οἵ τε ἱππῆς συνελθόντες ἐς τὸ Καπιτώλιον πρέσβεις ὑπὲρ αὐτοῦ πρός τε τοὺς ὑπάτους καὶ τὴν γερουσίαν, ἄλλους τέ τινας ἐκ
16.3
σφῶν καὶ βουλευτὰς τόν τε Ὁρτήσιον τὸν Κύιντον καὶ Γάιον Κουρίωνα, ἔπεμψαν· καὶ ὁ Νίννιος τά τε ἄλλα αὐτῷ συνῄρετο, καὶ τὴν ἐσθῆτα τῷ πλήθει ὡς καὶ ἐπί τινι κοινῇ συμφορᾷ μεταβαλεῖν metabalei=n Bk., metaba/llein L. παρῄνεσε. καὶ πολλοὶ polloi\ R. Steph., polu\ L. τοῦτο καὶ τῶν βουλευτῶν ἐποίησαν, e)poi/hsan supplied by Xyl. καὶ οὐ πρότερόν γε μετεβάλοντο meteba/lonto Bk., meteba/llonto L. πρὶν τοὺς ὑπάτους σφίσι διὰ προγραφῆς ἐπιτιμῆσαι.