Kitap 38
15.1
καὶ ἐβούλοντο γὰρ καὶ ἐκεῖνοι μήτε τὸν Κλώδιον αὐτοὶ παρεσκευακέναι μήτε τοῖς γεγραμμένοις ὑπʼ αὐτοῦ ἀρέσκεσθαι δοκεῖν, τοιάνδε τινὰ ἐπὶ τὸν Κικέρωνα ἀπάτην, σφίσι μὲν εὐπρεπῆ
15.2
ἐκείνῳ δὲ δὴ ἀφανῆ, προσεξεῦρον. ὁ μὲν γὰρ Καῖσαρ ὑπείκειν αὐτῷ συνεβούλευε, μὴ καὶ κατὰ χώραν μείνας ἀπόληται· καὶ ἵνα γε καὶ μᾶλλον ὑπʼ εὐνοίας τοῦτο ποιεῖν πιστευθῇ, ὑποστρατήγῳ οἱ χρήσεσθαι ὑπισχνεῖτο, ὅπως μὴ μετʼ ὀνείδους ὡς καὶ ὑπεύθυνος ὤν, ἀλλὰ ἐπί τε ἀρχῆς καὶ μετὰ
15.3
τιμῆς ἐκποδὼν δὴ τῷ Κλωδίῳ γένηται. ὁ δὲ δὴ Πομπήιος τούτου μὲν αὐτόν, τό τε πρᾶγμα ἀπόδρασιν ἄντικρυς ὀνομάζων, καὶ ἐς τὸν Καίσαρα ὥστε καὶ κατʼ ἔχθραν οὐκ ἐπιτηδείως οἱ συμβουλεύοντα ὑποσημαίνων, ἀπέτρεπε, γνώμην δὲ ἐδίδου καταμεῖναι καὶ ἑαυτῷ τε ἅμα καὶ τῇ βουλῇ μετὰ παρρησίας βοηθῆσαι, τόν τε Κλώδιον εὐθὺς ἀμύνασθαι·
15.4
οὔτε γὰρ διαπράξασθαί τι αὐτὸν παρόντος τε ἐκείνου καὶ ἐναντιουμένου δυνήσεσθαι ἔλεγε, καὶ προσέτι καὶ δίκην di/khn supplied by Oddey. δώσειν καὶ ἑαυτοῦ τι πρὸς τοῦτο συμπράξαντος. τοιούτους αὐτῶν au)tw=n Reim., au)tw=n L. λόγους λεγόντων οὐχ ὅτι ἐναντία ἀλλήλοις ἐγίγνωσκον ἀλλʼ ἵνʼ ἐκεῖνον ἀνυπόπτως ἀπατήσωσι,
15.5
τῷ Πομπηίῳ προσέθετο. οὔτε γὰρ προϋπώπτευέ τι ἐς αὐτόν, καὶ ἐπίστευε πάντως ὑπʼ αὐτοῦ σωθήσεσθαι. τῶν τε γὰρ ἄλλων πολλοὶ καὶ ᾐδοῦντο αὐτὸν καὶ ἐτίμων ὥστε καὶ κινδυνεύοντας συχνοὺς τοὺς μὲν παρὰ τῶν δικαστῶν τοὺς δὲ καὶ παρʼ