Thesauros Edebiyat Tarih Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) Cassius Dio Cocceianus

Kitap 37

3.5 κἀντεῦθεν πρὸς τὸν Καμβύσην πορευόμενος ὑπὸ μὲν τῶν πολεμίων οὐδὲν δεινὸν ἔπαθεν, ὑπὸ δὲ δὴ τοῦ καύματος καὶ διὰ τοῦτο καὶ τοῦ δίψους ἰσχυρῶς μετὰ παντὸς τοῦ στρατοῦ, καίτοι νυκτὸς τὸ πολὺ τῆς ὁδοῦ διελθών, ἐταλαιπώρησεν· οἱ γὰρ ἀγωγοί σφων, ἐκ τῶν αἰχμαλώτων ὄντες,
3.6 οὐ τὴν ἐπιτηδειοτάτην αὐτοὺς ἤγαγον. οὐ μὴν οὐδʼ ὁ ποταμὸς ἐν δέοντί σφισιν ἐγένετο· ψυχρότατόν τε γὰρ τὸ ὕδωρ ὄν, καὶ ἀθρόον ὑπʼ αὐτῶν ποθέν, συχνοῖς ἐλυμήνατο. ὡς δʼ οὖν οὐδὲ ἐνταῦθα ἀντίπαλόν τι αὐτοῖς ὤφθη, πρὸς τὸν Ἄβαντα προσεχώρησαν, ὕδωρ μόνον ἐπιφερόμενοι· τὰ γὰρ ἄλλα παρʼ ἑκόντων τῶν ἐπιχωρίων ἐλάμβανον, καὶ διὰ τοῦτο οὐδʼ ἐκακούργουν οὐδέν.
4.1 καί σφισι διαβεβηκόσιν ἤδη τὸν ποταμὸν ὁ Ὀροίσης προσιὼν ἠγγέλθη. ὁ οὖν Πομπήιος βουληθεὶς αὐτόν, πρὶν τὸ τῶν Ῥωμαίων πλῆθος γνῶναι, ἐς e)s Bs., pro\s L. μάχην ὑπαγαγέσθαι, μὴ καὶ αἰσθόμενος
4.2 αὐτοῦ ἀναχωρήσῃ, τούς τε ἱππέας προέταξε, προειπών σφισιν ἃ ποιήσουσι, καὶ τοὺς λοιποὺς ὄπισθεν αὐτῶν ἔς τε τὰ γόνατα κεκλιμένους καὶ ταῖς ἀσπίσι συγκεκαλυμμένους ἔχων ἀτρεμεῖν ἐποίησεν, ὥστε τὸν Ὀροίσην μὴ πρότερον μαθεῖν
4.3 αὐτοὺς παρόντας πρὶν ἐν χερσὶ γενέσθαι. κἀκ τούτου ἐκεῖνός τε τῶν ἱππέων ὡς καὶ μόνων ὄντων καταφρονήσας συνέμιξέ σφισι, καὶ διʼ ὀλίγου τραπέντας ἐξεπίτηδες ἀνὰ κράτος ἐπεδίωξε· καὶ οἱ πεζοὶ ἀναστάντες ἐξαίφνης καὶ διαστάντες τοῖς μὲν σφετέροις ἀσφαλῆ τὴν φυγὴν διὰ μέσου σφῶν παρέσχον, τοὺς δὲ πολεμίους ἀπερισκέπτως τῇ διώξει χρωμένους ἐσδεξάμενοι συχνοὺς ἐκυκλώσαντο.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi