Thesauros Edebiyat Tarih Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) Cassius Dio Cocceianus

Kitap 37

47.1 ἐν μὲν οὖν τῇ πόλει ταῦθʼ οὕτως ἐπράχθη, τῶν δὲ Ἀλλοβρίγων τὴν Γαλατίαν τὴν περὶ Νάρβωνα πορθούντων Γάιος Πομπτῖνος ὁ ἄρχων αὐτῆς τοὺς μὲν ὑποστρατήγους ἐπὶ τοὺς πολεμίους ἔπεμψεν, αὐτὸς δὲ ἐν ἐπιτηδείῳ ἱδρυθεὶς ἐπετήρει τὰ γιγνόμενα, ὅπως κατὰ καιρὸν πρὸς τὸ ἀεὶ χρήσιμον καὶ γνώμην σφίσι διδόναι καὶ
47.2 ἐπαμύνειν δύνηται. καὶ Μάλλιος μὲν Λεντῖνος ἐπὶ Οὐαλεντίαν *ou)alenti/an Heller, *ou)enti/an L. πόλιν στρατεύσας οὕτως αὐτοὺς κατέπληξεν kate/plhcen Rk., kate/pthcen L. ὥστε τοὺς πλείους ἐκδρᾶναι καὶ τοὺς λοιποὺς ὑπὲρ εἰρήνης πρεσβεύσασθαι. κἀν τούτῳ συμβοηθησάντων τῶν ἐν τοῖς ἀγροῖς ὄντων καὶ προσπεσόντων αἰφνιδίως τοῦ μὲν τείχους ἀπεώσθη, a)pew/sqh St., a)pw/sqh L. τὴν δὲ δὴ χώραν ἀδεῶς ἐλεηλάτει,
47.3 μέχρις οὗ ὅ τε Κατούγνατος *katou/gnatos R. Steph., kai\ tou= gnatos L. ὁ τοῦ παντὸς αὐτῶν ἔθνους στρατηγὸς καί τινες καὶ ἄλλοι τῶν παρὰ τὸν Ἴσαρα οἰκούντων ἐπεκούρησάν σφισι. τότε γὰρ οὐκ ἐτόλμησε μὲν αὐτοὺς ὑπὸ τοῦ πλήθους τῶν πλοίων περαιωθῆναι κωλῦσαι, μὴ καὶ συστραφῶσιν ἰδόντες σφᾶς ἀντιπαρατεταγμένους,
47.4 ὑλώδους δὲ τοῦ χωρίου μετὰ τὸν ποταμὸν εὐθὺς ὄντος, ἐνέδρας ἐν αὐτῷ ἐποιήσατο, καὶ τοὺς ἀεὶ διαβαίνοντας ὑπολαμβάνων ἔφθειρε. φεύγουσί τέ τισιν ἐπισπόμενος περιέπεσεν αὐτῷ Κατουγνάτῳ· κἂν πασσυδὶ διώλετο, εἰ μὴ χειμὼν σφοδρὸς ἐξαίφνης ἐπιγενόμενος ἐπέσχε τοὺς βαρβάρους

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi