Kitap 37
34.2
ἀνέπεισε συμφρονῆσαί τε αὐτῷ καὶ συλλαβὼν τοὺς ἐπʼ αὐτὴν σταλέντας ἔς τε τὸ βουλευτήριον μετὰ τῶν γραμμάτων ἐσήγαγε, καὶ ἄδειαν αὐτοῖς δοὺς πᾶσαν οὕτω τὴν συνωμοσίαν ἤλεγξε. κἀκ τούτου ὁ Λέντουλος ἀπειπεῖν τὴν στρατηγίαν ὑπὸ τῆς γερουσίας ἀναγκασθεὶς ἐν φρουρᾷ μετὰ τῶν ἄλλων τῶν συλληφθέντων ἐγένετο, καὶ οἱ λοιποὶ
34.3
ἀνεζητοῦντο. καὶ ταῦτα καὶ τῷ δήμῳ ὁμοίως ἤρεσε, καὶ μάλιστʼ ἐπειδή, τοῦ Κικέρωνος δημηγοροῦντός τι περὶ αὐτῶν, τὸ ἄγαλμα τὸ τοῦ Διὸς ἔς τε τὸ Καπιτώλιον παρʼ αὐτὸν τὸν καιρὸν τῆς ἐκκλησίας ἀνιδρύθη καὶ κατὰ τὴν ὑφήγησιν τῶν μάντεων πρός τε τὰς ἀνατολὰς καὶ πρὸς τὴν ἀγορὰν
34.4
βλέπον ἀνετέθη. ἐπειδὴ γὰρ ἐκεῖνοί τε συνωμοσίαν τινὰ ἐξελεγχθήσεσθαι ἐκ τῆς τοῦ ἀγάλματος στάσεως sta/sews Gros, ptw/sews L. εἰρήκεσαν, καὶ ἡ ἀνάθεσις αὐτοῦ τοῖς φωραθεῖσι συνέβαινε, τό τε θεῖον ἐμεγάλυνον καὶ τοὺς τὴν αἰτίαν λαβόντας διʼ ὀργῆς μᾶλλον ἐποιοῦντο.
35.1
διῆλθε μὲν οὖν λόγος ὅτι καὶ ὁ Κράσσος ἐν αὐτοῖς εἴη, καὶ τοῦτο καὶ τῶν συλληφθέντων τις ἐμήνυσεν, οὐ μέντοι πολλοὶ ἐπίστευσαν· οἱ μὲν γὰρ ἀρχὴν οὐδʼ ἠξίουν τοιοῦτό τι ἐς αὐτὸν ὑποπτεύειν,
35.2
οἱ δὲ καὶ ἐκ τῶν ὑπαιτίων ὑπετόπουν αὐτό, ὅπως βοηθείας τινὸς διὰ τοῦτο παρʼ αὐτοῦ, ὅτι πλεῖστον ἐδύνατο, τύχωσι, λογοποιεῖσθαι. εἰ δʼ οὖν τισι καὶ πιστὸν ἐδόκει εἶναι, ἀλλʼ οὔτι γε ἐδικαίουν ἄνδρα τε ἐν τοῖς πρώτοις σφῶν ὄντα ἀπολέσαι a)pole/sai Rk., a)pole/sqai L. καὶ τὴν πόλιν ἐπὶ πλεῖον ἐκταράξαι.