Kitap 37
12.3
αὐτῷ γίγνεται. ὁ γοῦν Φαρνάκης μετά τε τῶν προπαρεσκευασμένων καὶ μετὰ τῶν ὑπὸ τοῦ πατρὸς πρὸς τὴν σύλληψιν αὐτοῦ πεμφθέντων (ῥᾷστα γὰρ αὐτοὺς ᾠκειώσατὀ καὶ ἐπʼ αὐτὸν ἄντικρυς τὸν πατέρα ἠπείχθη. πυθόμενος δὲ τοῦτο ὁ γέρων (ἦν δὲ ἐν Παντικαπαίᾠ στρατιώτας τινὰς ἐπὶ τὸν υἱόν, ὡς καὶ αὐτὸς ἐφεψόμενός σφισι,
12.4
προέπεμψε. καὶ τούτους τε ἐκεῖνος διὰ βραχέος, ἅτε μηδʼ αὐτοὺς φιλοῦντας τὸν Μιθριδάτην, ἀπετρέψατο, a)petre/yato Pflugk, e)petre/yato L. καὶ τὴν πόλιν ἑκουσίαν ἔλαβε, τόν τε πατέρα ἐς τὸ βασίλειον καταφυγόντα ἀπέκτεινεν.
13.1
ἐπεχείρησε μὲν γὰρ ἑαυτὸν διαχρήσασθαι, καὶ τάς τε γυναῖκας καὶ τοὺς παῖδας τοὺς λοιποὺς φαρμάκῳ προαπαλλάξας τὸ λοιπὸν ἐξέπιεν, οὐ μέντοι οὔτε ou)/te Bk., ou)de\ L. διʼ ἐκείνου di) e)kei/nou R. Steph., d' e)kei/nou L. οὔτε διὰ ξίφους αὐτοχειρίᾳ
13.2
ἀποφθαρῆναι ἠδυνήθη. τό τε γὰρ φάρμακον, καίτοι θανάσιμον ὄν, οὐ συνεῖλεν αὐτόν, ἐπειδὴ πολλῇ καθʼ ἑκάστην ἡμέραν προφυλακῇ ἀλεξιφαρμάκων ἐκεκράτυντο· καὶ ἡ τοῦ ξίφους πληγὴ διά τε τὴν τῆς χειρὸς αὐτοῦ ἀπό τε τῆς ἡλικίας καὶ ἀπὸ τῶν περιεστηκότων ἀσθένειαν καὶ διὰ τὴν φαρμάκου ὁποιουδηποτοῦν o(poioudhpotou=n R. Steph., o(/poi dh/ pot' ou)=n L. λῆψιν
13.3
ἀπημβλύνθη. ὡς οὖν οὔτε διʼ ἑαυτοῦ ἀνηλίσκετο καὶ πέρα τοῦ καιροῦ χρονίζειν ἐδόκει, προσέπεσόν τε αὐτῷ ἐκεῖνοι οὓς ἐπὶ τὸν υἱὸν ἐπεπόμφει, καὶ συνετάχυναν τοῖς ξίφεσι καὶ ταῖς λόγχαις τὸν