Thesauros Edebiyat Tarih Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) Cassius Dio Cocceianus

Kitap 36

51.2 Ἀρμενίαν ἐμβαλεῖν ἀνέπεισε. καὶ ἦλθον μὲν μέχρι τῶν Ἀρταξάτων, πᾶσαν τὴν ἐν ποσὶ χειρούμενοι, καὶ αὐτοῖς ἐκείνοις προσέβαλον· ὁ γὰρ Τιγράνης ὁ γέρων ἐς τὰ ὄρη φοβηθείς σφας ἀνέφυγεν· ἐπεὶ μέντοι χρόνου τε τῇ προσεδρείᾳ δεῖν ἔδοξε, καὶ διὰ τοῦτο ὁ Φραάτης μέρος τι τῆς δυνάμεως τῷ παιδὶ αὐτοῦ καταλιπὼν ἐς τὴν οἰκείαν ἀνεχώρησεν, ἀντεπῆλθέ τε ἐνταῦθα ὁ
51.3 πατὴρ αὐτῷ μονωθέντι καὶ ἐνίκησε. φυγὼν οὖν ἐκεῖνος τὸ μὲν πρῶτον πρὸς τὸν Μιθριδάτην τὸν πάππον ὥρμησεν, ἐπεὶ δὲ ἔμαθεν αὐτὸν ἡττημένον καὶ βοηθείας μᾶλλον δεόμενον ἢ τινι ἐπικουρῆσαι δυνάμενον, προσεχώρησε τοῖς Ῥωμαίοις, καὶ αὐτῷ ὁ Πομπήιος ἡγεμόνι χρησάμενος ἔς τε τὴν Ἀρμενίαν καὶ ἐπὶ τὸν πατέρα αὐτοῦ ἐστράτευσε.
52.1 καὶ ὃς μαθὼν τοῦτο καὶ καταδείσας ἐπεκηρυκεύσατό τε εὐθὺς αὐτῷ καὶ τοὺς πρέσβεις τοὺς τοῦ Μιθριδάτου ἐξέδωκεν. ἐπειδή τε, ἐναντιωθέντος οἱ τοῦ υἱέος, οὐδενὸς μετρίου ἔτυχεν, ἀλλὰ καὶ ὣς ὁ Πομπήιος τόν τε Ἀράξην διέβη καὶ
52.2 τοῖς Ἀρταξάτοις ἐπλησίασεν, οὕτω δὴ τήν τε πόλιν αὐτῷ παρέδωκε καὶ ἐς τὸ στρατόπεδον αὐτοῦ ἐθελοντὴς ἧκεν, ἐν μέσῳ ἑαυτὸν ὅτι μάλιστα τοῦ τε προτέρου ἀξιώματος καὶ τῆς τότε ταπεινότητος σκευάσας, ὅπως αἰδέσεώς τε καὶ
52.3 ἐλέου ἅμα ἄξιος αὐτῷ φανείη· τὸν μὲν γὰρ χιτῶνα τὸν μεσόλευκον καὶ τὸν κάνδυν τὸν ὁλοπόρφυρον ἐξέδυ, τὴν δὲ δὴ τιάραν τό τε ἀνάδημα εἶχε. Πομπήιος δὲ ἀπὸ μὲν τοῦ ἵππου κατεβίβασεν αὐτόν, ῥαβδοῦχόν τινα πέμψας (προσήλαυνε γὰρ ὡς καὶ ἐς αὐτὸ τὸ ἔρυμα κατὰ τὸ σφέτερον ἔθος ἱππεύσων), ἐσελθόντα δὲ αὐτοποδίᾳ καὶ τό τε διάδημα ἀπορρίψαντα καὶ ἐς τὴν γῆν

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi