Thesauros Edebiyat Tarih Ἐπιστολὴ πρὸς Πομπήιον

Ἐπιστολὴ πρὸς Πομπήιον

Ἐπιστολὴ πρὸς Πομπήιον Dionysius of Halicarnassus
2.14 καὶ σύ γε αὐτός, ὦ βέλτιστε Γεμῖνε, ὁμοίαν ἐμοὶ γνώμην περὶ τἀνδρὸς ἔχων φαίνῃ διʼ αὐτῆς γέ τοι τῆς ἐπιστολῆς, ἐν οἷς κατὰ λέξιν οὕτω γράφεις· ἐν μὲν γὰρ τοῖς ἑτέροις σχήμασι ῥᾴδιον πεσεῖν μέσον τι ἐπαίνου καὶ μέμψεως· ἐν δὲ τῇ κατασκευῇ τὸ μὴ ἐπιτευχθὲν πάντῃ ἀποτυγχάνεται. διό μοι δοκεῖ τούτους τοὺς ἄνδρας οὐκ ἐκ τῶν ἐπικινδυνοτέρων οὐδὲ ἐλασσόνων, ἀλλʼ ἐκ τῶν πλείστων καὶ εὐτυχηθέντων ἐξετάζειν.
2.15 καὶ μετʼ ὀλίγα πάλιν ἐπιλέγεις ταυτί· ἐγὼ δὲ καίπερ ἔχων ἀπολογήσασθαι ὑπὲρ ἁπάντων ἢ τῶν γε πλείστων οὐ τολμῶ σοι ἐναντία λέγειν· ἓν δὲ τοῦτο διισχυρίζομαι, ὅτι οὐκ ἔστι μεγάλως ἐπιτυχεῖν ἐν οὐδενὶ τρόπῳ μὴ τοιαῦτα τολμῶντα καὶ παραβαλλόμενον, ἐν οἷς καὶ σφάλλεσθαι ἐστὶν ἀναγκαῖον.
2.16 οὐδὲν διαφερόμεθα πρὸς ἀλλήλους· σύ τε γὰρ ὁμολογεῖς ἀναγκαῖον εἶναι τὸν ἐπιβαλλόμενον μεγάλοις καὶ σφάλλεσθαί ποτε, ἐγώ τέ φημι τῆς ὑψηλῆς καὶ μεγαλοπρεποῦς καὶ παρακεκινδυνευμένης φράσεως ἐφιέμενον Πλάτωνα μὴ περὶ πάντα τὰ μέρη κατορθοῦν, πολλοστὴν μέντοι μοῖραν ἔχειν τῶν κατορθουμένων τὰ διαμαρτανόμενα ὑπʼ αὐτοῦ. καὶ καθʼ ἓν τοῦτο Πλάτωνά φημι λείπεσθαι Δημοσθένους, ὅτι παρʼ ᾧ μὲν ἐκπίπτει ποτὲ τὸ ὕψος τῆς λέξεως τῶν λόγων εἰς τὸ κενὸν καὶ ἀηδές, παρʼ ᾧ δὲ οὐδέποτε ἢ σπανίως γε κομιδῇ. καὶ περὶ μὲν Πλάτωνος τοσαῦτα.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi