Thesauros Edebiyat Tarih Ἐπιστολὴ πρὸς Πομπήιον

Ἐπιστολὴ πρὸς Πομπήιον

Ἐπιστολὴ πρὸς Πομπήιον Dionysius of Halicarnassus
 
ὁ δὲ Θουκυδίδης ἀρχὴν μὲν ἐποιήσατο ἀφʼ ἧς ἤρξατο κακῶς πράττειν τὸ Ἑλληνικόν· ὅπερ Ἕλληνα ὄντα καὶ Ἀθηναῖον οὐκ ἔδει ποιεῖν (καὶ ταῦτα οὐ τῶν ἀπερριμμένων ὄντα, ἀλλʼ ὧν ἐν πρώτοις ἦγον Ἀθηναῖοι στρατηγιῶν τε καὶ τῶν ἄλλων τιμῶν ἀξιοῦντες)· καὶ οὕτω γε φθονερῶς, ὥςτε καὶ τῇ πόλει τῇ ἑαυτοῦ τὰς φανερὰς αἰτίας τοῦ πολέμου περιάπτειν, ἑτέραις ἔχοντα πολλαῖς ἀφορμαῖς περιάψαι τὰς αἰτίας, καὶ ἄρξασθαί γε τῆς διηγήσεως μὴ ἀπὸ τῶν Κερκυραϊκῶν, ἀλλʼ ἀπὸ τῶν κρατίστων τῆς πατρίδος ἔργων, ἃ μετὰ τὸν Περσικὸν πόλεμον εὐθὺς ἔπραξεν (ὧν ὕστερον οὐκ ἐν ἐπιτηδείῳ τόπῳ μνήμην ἐποιήσατο φαύλως πως καὶ ἐξ ἐπιδρομῆς), διελθόντα δὲ ταῦτα μετὰ πολλῆς εὐνοίας ὡς ἄνδρα φιλόπολιν ἔπειτʼ ἐπενεγκεῖν, ὅτι τούτων φθόνῳ καὶ δέει προελθόντες Λακεδαιμόνιοι προφάσεις ὑποθέντες ἑτεροίας ἦλθον ἐπὶ τὸν πόλεμον, καὶ τότε λέγειν τὰ Κερκυραϊκὰ καὶ τὸ κατὰ Μεγαρέων ψήφισμα καὶ εἴ τι ἄλλο τοιοῦτο λέγειν ἐβούλετο.
 
τὰ δʼ ἐν τέλει πλείονος ἁμαρτίας πλήρη· καίπερ γὰρ λέγων ὅτι παντὶ τῷ πολέμῳ παρεγένετο, καὶ πάντα δηλώσειν ὑποσχόμενος, εἰς τὴν ναυμαχίαν τελευτᾷ τὴν περὶ Κυνὸς σῆμα γεγενημένην Ἀθηναίων καὶ Πελοποννησίων, ἣ συνέβη κατὰ ἔτος εἰκοστὸν καὶ δεύτερον. κρεῖττον δὲ ἦν διεξελθόντα πάντα τελευτὴν ποιήσασθαι τῆς ἱστορίας τὴν θαυμασιωτάτην καὶ μάλιστα τοῖς ἀκούουσι κεχαρισμένην, τὴν κάθοδον τῶν φυγάδων τῶν ἀπὸ Φυλῆς ἀφʼ ὧν ἡ πόλις ἀρξαμένη τὴν ἐλευθερίαν ἀνεκομίσατο.
 
τρίτον ἐστὶν ἀνδρὸς ἱστορικοῦ σκοπεῖν, τίνα τε δεῖ παραλαβεῖν ἐπὶ τὴν γραφὴν πράγματα καὶ τίνα παραλιπεῖν. δοκεῖ δή μοι κἀν τούτῳ λείπεσθαι Θουκυδίδης. συνειδὼς γὰρ Ἡρόδοτος, ὅτι πᾶσα μῆκος ἔχουσα πολὺ διήγησις ἂν μὲν ἀναπαύσεις τινὰς λαμβάνῃ, τὰς ψυχὰς τῶν ἀκροωμένων ἡδέως διατίθησιν, ἐὰν δὲ ἐπὶ τῶν αὐτῶν μένῃ πραγμάτων, κἂν τὰ μάλιστα ἐπιτυγχάνηται, λυπεῖ τὴν ἀκοὴν τῷ κόρῳ, ποικίλην ἐβουλήθη ποιῆσαι τὴν γραφὴν Ὁμήρου ζηλωτὴς γενόμενος· καὶ γὰρ τὸ βυβλίον ἢν αὐτοῦ λάβωμεν, μέχρι τῆς ἐσχάτης συλλαβῆς ἀγάμεθα καὶ ἀεὶ τὸ πλέον ἐπιζητοῦμεν.
 
Θουκυδίδης δὲ πόλεμον ἕνα κατατείνας ἀπνευστὶ διεξέρχεται μάχας ἐπὶ μάχαις καὶ παρασκευὰς ἐπὶ παρασκευαῖς καὶ λόγους ἐπὶ λόγοις συντιθείς· ὥςτε μοχθεῖν μὲν τὴν διάνοιαν τῶν ἀκροωμένων κόρον δʼ ἔχει φησὶν ὁ Πίνδαρος καὶ μέλι καὶ τὰ τέρπνʼ ἄνθεʼ ἀφροδίσια. ἤδη δʼ ὃ λέγω κἀκεῖνος ἐνεθυμήθη, ὡς ἡδὺ χρῆμα ἐν ἱστορίας γραφῇ μεταβολὴ καὶ ποικίλον, καὶ τοῦτο ἐν δύο ἢ τρισὶ τόποις ἐποίησεν, ἐπί τε τῆς Ὀδρυσῶν ἀρχῆς, διʼ ἃς αἰτίας ἐγένετο μεγάλη, καὶ ἐπὶ τῶν ἐν Σικελίᾳ πόλεων.
 
μετὰ τοῦτο ἔργον ἐστὶν ἱστορικοῦ διελέσθαι τε καὶ τάξαι τῶν δηλουμένων ἕκαστον ἐν ᾧ δεῖ τόπῳ. πῶς οὖν ἑκάτερος διαιρεῖται καὶ τάττει τὰ λεγόμενα; Θουκυδίδης μὲν τοῖς χρόνοις ἀκολουθῶν, Ἡρόδοτος δὲ ταῖς περιοχαῖς τῶν πραγμάτων. καὶ γίγνεται Θουκυδίδης μὲν ἀσαφὴς καὶ δυσπαρακολούθητος· πολλῶν γὰρ κατὰ τὸ αὐτὸ θέρος ἢ τὸν αὐτὸν χειμῶνα γιγνομένων ἐν διαφόροις ὡς εἰκὸς τόποις, ἡμιτελεῖς τὰς πρώτας πράξεις καταλιπὼν ἑτέρων ἅπτεται τῶν κατὰ θέρος ἢ τὸν αὐτὸν χειμῶνα γιγνομένων· πλανώμεθα δὴ καθάπερ εἰκός, καὶ δυσκόλως τοῖς δηλουμένοις παρακολουθοῦμεν ταραττομένης τῆς διανοίας.
 
Ἡρόδοτος δὲ ἀπὸ τῆς Λυδῶν βασιλείας ἀρξάμενος καὶ μέχρι τῆς Κροίσου καταβὰς ἐπὶ Κῦρον εὐθέως τὸν καταλύσαντα τὴν Κροίσου ἀρχὴν μεταβαίνει, Αἰγυπτίων τε ἄρχεται διηγημάτων καὶ Σκυθικῶν καὶ Λιβυκῶν, τὰ μὲν ὡς ἀκόλουθα δηλῶν, τὰ δὲ ὡς ἐπιζητούμενα προσαναλαμβάνων, τὰ δʼ ὡς χαριεστέραν ποιήσοντα τὴν διήγησιν ἐπεισάγων· διεξελθών τε πράξεις Ἑλλήνων τε καὶ βαρβάρων ἔτεσιν ὁμοῦ διακοσίοις καὶ εἴκοσι γενομένας ἐν ταῖς τρισὶν ἠπείροις καὶ παραγράψας τῆς Ξέρξου φυγῆς τὴν ἱστορίαν οὐ διέσπασε τὴν διήγησιν· ἀλλὰ συμβέβηκε τῷ μὲν μίαν ὑπόθεσιν λαβόντι πολλὰ ποιῆσαι μέρη τὸ ἓν σῶμα, τῷ δὲ τὰς πολλὰς καὶ οὐδὲν ἐοικυίας ὑποθέσεις προελομένῳ σύμφωνον ἓν σῶμα πεποιηκέναι.
 
μιᾶς δʼ ἰδέας ἐπιμνησθήσομαι πραγματικῆς, ἣν οὐδεμιᾶς τῶν εἰρημένων ἧττον ἐν ἁπάσαις ἱστορίαις ζητοῦμεν, τὴν αὐτοῦ τοῦ συγγραφέως διάθεσιν, ᾗ κέχρηται πρὸς τὰ πράγματα περὶ ὧν γράφει· ἡ μὲν Ἡροδότου διάθεσις ἐν ἅπασιν ἐπιεικὴς καὶ τοῖς μὲν ἀγαθοῖς συνηδομένη, τοῖς δὲ κακοῖς συναλγοῦσα· ἡ δὲ Θουκυδίδου διάθεσις αὐθέκαστός τις καὶ πικρὰ καὶ τῇ πατρίδι τῆς φυγῆς μνησικακοῦσα. τὰ μὲν γὰρ ἁμαρτήματα ἐπεξέρχεται καὶ μάλα ἀκριβῶς, τῶν δὲ κατὰ νοῦν κεχωρηκότων καθάπαξ οὐ μέμνηται, ἢ ὥςπερ ἠναγκασμένος.
 
Καὶ κατὰ μὲν τὸν πραγματικὸν τόπον ἥττων ἐστὶν Ἡροδότου διὰ ταῦτα Θουκυδίδης· κατὰ δὲ τὸν λεκτικὸν τὰ μὲν ἥττων, τὰ δὲ κρείττων, τὰ δʼ ἴσος. ἐρῶ δὲ καὶ περὶ τούτων, ὡς ὑπείληφα.
 
πρώτη τῶν ἀρετῶν γένοιτʼ ἄν, ἧς χωρὶς οὐδὲ τῶν ἄλλων τῶν περὶ τοὺς λόγους ὄφελός τι, ἡ καθαρὰ τοῖς ὀνόμασι καὶ τὸν Ἑλληνικὸν χαρακτῆρα σῴζουσα διάλεκτος. ταύτην ἀκριβοῦσιν ἀμφότεροι· Ἡρόδοτός τε γὰρ τῆς Ἰάδος ἄριστος κανὼν Θουκυδίδης τε τῆς Ἀτθίδος.
 
τρίτην ἔχει χώραν ἡ καλουμένη συντομία· ἐν ταύτῃ δοκεῖ προέχειν Ἡροδότου Θουκυδίδης. καίτοι λέγοι τις ἄν, ὡς μετὰ τοῦ σαφοῦς ἐξεταζόμενον ἡδὺ φαίνεται τὸ βραχύ· εἰ δὲ ἀπολείποιτο τούτου, πικρόν· ἀλλὰ μηδὲν ἥττων ἔστω παρὰ τοῦτο. ἐνάργεια μετὰ ταῦτα τέτακται πρώτη μὲν τῶν ἐπιθέτων ἀρετῶν· ἱκανῶς ἐν ταύτῃ κατορθοῦσιν ἀμφότεροι.
 
μετὰ ταύτην συνίσταται τὴν ἀρετὴν τῶν ἠθῶν τε καὶ παθῶν μίμησις· διῄρηνται τὴν ἀρετὴν ταύτην οἱ συγγραφεῖς· Θουκυδίδης μὲν γὰρ τὰ πάθη δηλῶσαι κρείττων, Ἡρόδοτος δὲ τά γε ἤθη παραστῆσαι δεινότερος. μετὰ ταῦτα αἱ τὸ μέγα καὶ θαυμαστὸν ἐκφαίνουσαι τῆς κατασκευῆς ἀρεταί· ἴσοι κἀν ταύταις οἱ συγγραφεῖς.
 
ἕπονται ταύταις αἱ τὴν ἰσχὺν καὶ τὸν τόνον καὶ τὰς ὁμοιοτρόπους δυνάμεις τῆς φράσεως ἀρεταὶ περιέχουσαι· κρείττων ἐν ταύταις Ἡροδότου Θουκυδίδης. ἡδονὴν δὲ καὶ πειθὼ καὶ τέρψιν καὶ τὰς ὁμοιογενεῖς ἀρετὰς εἰσφέρεται μακρῷ Θουκυδίδου κρείττονας Ἡρόδοτος. τῆς δὲ φράσεως τῶν ὀνομάτων τὸ μὲν κατὰ φύσιν Ἡρόδοτος ἐζήλωκε, τὸ δὲ δεινὸν Θουκυδίδης.
 
λείπει πασῶν ἐν λόγοις ἀρετῶν ἡ κυριωτάτη τὸ πρέπον· ταύτην ὁ Ἡρόδοτος ἀκριβοῖ μᾶλλον ἢ Θουκυδίδης· ὁμοειδὴς γὰρ οὗτος ἐν πᾶσι, κἀν ταῖς δημηγορίαις μᾶλλον ἢ ταῖς διηγήσεσιν· ἐμοὶ μέντοι καὶ τῷ φιλτάτῳ Καικιλίῳ δοκεῖ τὰ ἐνθυμήματα αὐτοῦ μάλιστα μιμήσασθαί τε καὶ ζηλῶσαι Δημοσθένης.
 
ἵνα δὲ συνελὼν εἴπω, καλαὶ μὲν αἱ ποιήσεις ἀμφότεραι (οὐ γὰρ ἂν αἰσχυνθείην ποιήσεις αὐτὰς λέγων), διαφέρουσι δὲ κατὰ τοῦτο μάλιστα ἀλλήλων, ὅτι τὸ μὲν Ἡροδότου κάλλος ἱλαρόν ἐστι, φοβερὸν δὲ τὸ Θουκυδίδου. ἀπόχρη ταῦτα εἰρῆσθαι περὶ τούτων τῶν συγγραφέων, πολλῶν καὶ ἄλλων ἐνόντων λέγεσθαι, περὶ ὧν καὶ ἕτερος ἔσται καιρός.
 
Ξενοφῶν δὲ καὶ Φίλιστος οἱ τούτοις ἐπακμάσαντες οὔτε φύσεις ὁμοίας εἶχον οὔτε προαιρέσεις. Ξενοφῶν μὲν γὰρ Ἡροδότου ζηλωτὴς ἐγένετο κατʼ ἀμφοτέρους τοὺς χαρακτῆρας, τόν τε πραγματικὸν καὶ τὸν λεκτικόν. πρῶτον μὲν γὰρ τὰς ὑποθέσεις τῶν ἱστοριῶν ἐξελέξατο καλὰς καὶ μεγαλοπρεπεῖς καὶ ἀνδρὶ φιλοσόφῳ προσηκούσας· τήν τε Κύρου παιδείαν, εἰκόνα βασιλέως ἀγαθοῦ καὶ εὐδαίμονος· καὶ τὴν ἀνάβασιν τοῦ νεωτέρου Κύρου, ᾧ καὶ αὐτὸς συνανέβη, μέγιστον ἐγκώμιον ἔχουσαν τῶν συστρατευσαμένων Ἑλλήνων· καὶ τρίτην ἔτι τὴν Ἑλληνικὴν καὶ ἣν κατέλιπεν ἀτελῆ Θουκυδίδης, ἐν ᾗ καταλύονταί τε οἱ τριάκοντα καὶ τὰ τείχη τῶν Ἀθηναίων, ἃ Λακεδαιμόνιοι καθεῖλον, αὖθις ἀνίσταται.
 
οὐ μόνον δὲ τῶν ὑποθέσεων χάριν ἄξιος ἐπαινεῖσθαι ζηλωτὴς Ἡροδότου γενόμενος, ἀλλὰ καὶ τῆς οἰκονομίας· ταῖς τε γὰρ ἀρχαῖς αὐτῶν ταῖς πρεπωδεστάταις κέχρηται καὶ τελευτὰς ἑκάστῃ τὰς ἐπιτηδειοτάτας ἀποδέδωκε, μεμέρικέν τε καλῶς καὶ τέταχεν καὶ πεποίκιλκε τὴν γραφήν. ἦθός τε ἐπιδείκνυται θεοσεβὲς καὶ δίκαιον καὶ καρτερικὸν καὶ εὐπρεπές, ἁπάσαις τε συλλήβδην κεκοσμημένον ἀρεταῖς· καὶ ὁ μὲν πραγματικὸς τύπος αὐτῷ τοιοῦτος.
 
ὁ δὲ λεκτικὸς πῇ μὲν ὅμοιος Ἡροδότου, πῇ δὲ ἐνδεέστερος. καθαρὸς μὲν γὰρ τοῖς ὀνόμασιν ἱκανῶς καὶ σαφὴς καὶ ἐναργὴς καθάπερ ἐκεῖνος· ἐκλέγει δὲ ὀνόματα συνήθη τε καὶ προσφυῆ τοῖς πράγμασι, καὶ συντίθησιν αὐτὰ ἡδέως πάνυ καὶ κεχαρισμένως οὐχ ἧττον Ἡροδότου. ὕψος δὲ καὶ κάλλος καὶ μεγαλοπρέπειαν καὶ τὸ λεγόμενον ἰδίως πλάσμα ἱστορικὸν Ἡρόδοτος ἔχει·
 
οὐ γὰρ μόνον οὐκ ἴσχυσε τοῦτο παρʼ αὐτοῦ λαβεῖν, ἀλλὰ κἄν ποτε διεγεῖραι βουληθῇ τὴν φράσιν, ὀλίγον ἐμπνεύσας ὥσπερ ἀπόγειος αὖρα ταχέως σβέννυται μακρότερος γὰρ γίνεται τοῦ δέοντος ἐν πολλοῖς, καὶ τοῦ πρέποντος οὐχ ὡς Ἡρόδοτος ἐφάπτεται τῶν προσώπων εὐτυχῶς, ἀλλʼ ἐν πολλοῖς ὀλίγωρός ἐστιν, ἄν τις ὀρθῶς σκοπῇ.
 
Φίλιστος δὲ Θουκυδίδῃ μᾶλλον ἂν δόξειεν ἐοικέναι καὶ κατʼ ἐκεῖνον κοσμεῖσθαι τὸν χαρακτῆρα. οὔτε γὰρ ὑπόθεσιν εἴληφε πολυωφελῆ καὶ κοινήν, ὥσπερ Θουκυδίδης ἀλλὰ μίαν καὶ ταύτην τοπικήν· διῄρηκε δʼ αὐτὴν εἰς γραφὰς δύο, Περὶ Σικελίας μὲν τὴν προτέραν ἐπιγράφων, Περὶ Διονυσίου δὲ τὴν ὑστέραν. ἔστι δὲ μία· καὶ τοῦτο γνοίης ἂν ἀπὸ τοῦ τέλους τῆς Σικελικῆς.
 
τάξιν δὲ οὐ τὴν κρατίστην ἀποδέδωκε τοῖς δηλουμένοις ἀλλὰ δυσπαρακολούθητον, χεῖρον τῆς Θουκυδίδου. καὶ πρᾶγμα ἔξωθεν οὐ βούλεται παραλαμβάνειν, ὥςπερ οὐδὲ Θουκυδίδης, ἀλλʼ ἔστιν ὁμοειδής. ἦθός τε κολακικὸν καὶ φιλοτύραννον ἐμφαίνει καὶ ταπεινὸν καὶ μικρολόγον.
 
τῆς δὲ λέξεως ᾗ Θουκυδίδης κέχρηται τὸ μὲν σημειῶδες καὶ περίεργον πέφευγεν, τὸ δὲ στρογγύλον καὶ πυκνὸν καὶ ἐνθυμηματικὸν ἐκμέμακται. τῆς μέντοι καλλιλογίας τῆς ἐκείνου καὶ τῆς σεμνότητος καὶ τοῦ πλούτου τῶν ἐνθυμημάτων καὶ πολὺ ὑστερεῖ.
 
οὐ μόνον δʼ ἐν τούτοις, ἀλλὰ καὶ κατὰ τοὺς σχηματισμούς· ἣ μὲν γὰρ πλήρης σχημάτων (καὶ οὐδὲν οἶμαι περὶ τῶν φανερῶν ἐπὶ πλέον δεῖν λέγειν), ἡ δὲ Φιλίστου φράσις ὁμοειδὴς πᾶσα δεινῶς καὶ ἀσχημάτιστός ἐστι· καὶ πολλὰς εὕροι τις ἂν περιόδους ὁμοίως ἐφεξῆς ὑπʼ αὐτοῦ σχηματιζομένας, οἷον ἐν ἀρχῇ τῆς δευτέρας τῶν περὶ Σικελίας·
 
Συρακόσιοι δὲ παραλαβόντες Μεγαρεῖς καὶ Ἐνναίους, Καμαριναῖοι δὲ Σικελοὺς καὶ τοὺς ἄλλους συμμάχους πλὴν Γελῴων ἀθροίσαντες, Γελῷοι δὲ Συρακοσίοις οὐκ ἔφασαν πολεμήσειν· Συρακόσιοι δὲ πυνθανόμενοι Καμαριναίους τὸν Ὕρμινον διαβάντας—·
 
ταῦτα δὲ ἀηδῆ πάνυ ὄντα ἐμοὶ φαίνεται. μικρός τε παρὰ πᾶσαν ἰδέαν ἐστὶ καὶ εὐτελής, ἐάν τε πολιορκίας διηγῆται ἐάν τε οἰκισμούς, ἐάν τε ἐπαίνους ἐάν τε ψόγους διαπορεύηται. ἀλλʼ οὐδὲ τοῖς μεγέθεσι τῶν ἀνδρῶν συνεξισῶν τοὺς λόγους, ἀλλὰ ψοφοδεεῖς καὶ τοὺς κρατίστους δημηγοροῦντας καταλείπων τὰς δυνάμεις καὶ τὰς προαιρέσεις ὁμοίους ἅπαντας ποιεῖ. εὐστομίαν δέ τινα φυσικὴν εἰσφέρεται κατὰ τὴν ἑρμηνείαν καὶ σύνεσιν ἐπιτευκτικὴν τοῦ μετρίου. πρὸς δὲ τοὺς ἀληθινοὺς ἀγῶνας ἐπιτηδειότερος Θουκυδίδου.
 
Θεόπομπος δὲ Χῖος ἐπιφανέστατος πάντων τῶν Ἰσοκράτους μαθητῶν γενόμενος καὶ πολλοὺς μὲν πανηγυρικούς, πολλοὺς δὲ συμβουλευτικοὺς συνταξάμενος λόγους ἐπιστολάς τε τὰς Χιακὰς ἐπιγραφομένας καὶ ὑποθήκας ἄλλας λόγου ἀξίας, ἱστορίαν
 
πεπραγματευμένος ἄξιος ἐπαινεῖσθαι πρῶτον μὲν τῆς ὑποθέσεως τῶν ἱστοριῶν (καλαὶ γὰρ ἀμφότεραι, ἣ μὲν τὰ λοιπὰ τοῦ Πελοποννησιακοῦ πολέμου περιέχουσα, ἣ δὲ τὰ Φιλίππῳ πεπραγμένα), ἔπειτα τῆς οἰκονομίας (ἀμφότεραι γάρ εἰσιν εὐπαρακολούθητοι καὶ σαφεῖς), μάλιστα δὲ τῆς ἐπιμελείας τε καὶ φιλοπονίας τῆς κατὰ τὴν συγγραφήν· δῆλος γάρ ἐστιν, εἰ καὶ μηδὲν ἔγραψε, πλείστην μὲν παρασκευὴν εἰς ταῦτα παρεσκευασμένος, μεγίστας δὲ δαπάνας εἰς τὴν συναγωγὴν αὐτῶν τετελεκώς,
 
καὶ πρὸς τούτοις πολλῶν μὲν αὐτόπτης γεγενημένος, πολλοῖς δʼ εἰς ὁμιλίαν ἐλθὼν ἀνδράσι τοῖς τότε πρωτεύουσι καὶ στρατηγοῖς δημαγωγοῖς τε καὶ φιλοσόφοις διὰ τὴν συγγραφήν· οὐ γὰρ ὥςπέρ τινες πάρεργον τοῦ βίου τὴν ἀναγραφὴν τῆς ἱστορίας ἐποιήσατο, ἔργον δὲ τὸ πάντων ἀναγκαιότατον. γνοίη δʼ ἄν τις αὐτοῦ τὸν πόνον ἐνθυμηθεὶς τὸ πολύμορφον τῆς γραφῆς·
 
καὶ γὰρ ἐθνῶν εἴρηκεν οἰκισμοὺς καὶ πόλεων κτίσεις ἐπελήλυθε, βασιλέων τε βίους καὶ τρόπων ἰδιώματα δεδήλωκε, καὶ εἴ τι θαυμαστὸν ἢ παράδοξον ἑκάστη γῆ καὶ θάλασσα φέρει, συμπεριείληφεν τῇ πραγματείᾳ. καὶ μηδεὶς ὑπολάβῃ ψυχαγωγίαν ταῦτʼ εἶναι μόνον· οὐ γὰρ οὕτως ἔχει, ἀλλὰ πᾶσαν ὡς ἔπος εἰπεῖν ὠφέλειαν περιέχει.
 
ἵνα δὲ πάντʼ ἀφῶ τἆλλα, τίς οὐχ ὁμολογήσει τοῖς ἀσκοῦσι τὴν φιλόσοφον ῥητορικὴν ἀναγκαῖον εἶναι πολλὰ μὲν ἔθη καὶ βαρβάρων καὶ Ἑλλήνων ἐκμαθεῖν, πολλοὺς δὲ νόμους ἀκοῦσαι πολιτειῶν τε σχήματα,
 
καὶ βίους ἀνδρῶν καὶ πράξεις καὶ τέλη καὶ τύχας; τούτοις τοίνυν ἅπασαν ἀφθονίαν δέδωκεν οὐκ ἀπεσπασμένην τῶν πραγμάτων ἀλλὰ συμπαροῦσαν. πάντα τε δὴ ταῦτα ζηλωτὰ τοῦ συγγραφέως, καὶ ἔτι πρὸς τούτοις ὅσα φιλοσοφεῖ παρʼ ὅλην τὴν συγγραφὴν περὶ δικαιοσύνης καὶ εὐσεβείας καὶ τῶν ἄλλων ἀρετῶν πολλοὺς καὶ καλοὺς διεξερχόμενος λόγους.
 
τελευταῖόν ἐστι τῶν ἔργων αὐτοῦ καὶ χαρακτηρικώτατον, ὃ παρʼ οὐδενὶ τῶν ἄλλων συγγραφέων οὕτως ἀκριβῶς ἐξείργασται καὶ δυνατῶς οὔτε τῶν πρεσβυτέρων οὔτε τῶν νεωτέρων· τί δὲ τοῦτό ἐστι; τὸ καθʼ ἑκάστην πρᾶξιν μὴ μόνον τὰ φανερὰ τοῖς πολλοῖς ὁρᾶν καὶ λέγειν, ἀλλʼ ἐξετάζειν καὶ τὰς ἀφανεῖς αἰτίας τῶν πράξεων καὶ τῶν πραξάντων αὐτὰς καὶ τὰ πάθη τῆς ψυχῆς, ἃ μὴ ῥᾴδια τοῖς πολλοῖς εἰδέναι, καὶ πάντα ἐκκαλύπτειν τὰ μυστήρια τῆς τε δοκούσης ἀρετῆς καὶ τῆς ἀγνοουμένης κακίας.
 
καί μοι δοκεῖ πως ὁ μυθευόμενος ἐν Ἅιδου τῶν ψυχῶν ἀπολυθεισῶν τοῦ σώματος ἐξετασμὸς ἐπὶ τῶν ἐκεῖ δικαστῶν οὕτως ἀκριβὴς εἶναι ὡς ὁ διὰ τῆς Θεοπόμπου γραφῆς γιγνόμενος. διὸ καὶ βάσκανος ἔδοξεν εἶναι, προσλαμβάνων τοῖς ἀναγκαίοις τινὰ ὀνειδισμοῖς κατὰ τῶν ἐνδόξων προσώπων οὐκ ἀναγκαῖα πράγματα, ὅμοιόν τι ποιῶν τοῖς ἰατροῖς, οἳ τέμνουσι καὶ καίουσι τὰ διεφθαρμένα τοῦ σώματος ἕως βάθους τὰ καυτήρια καὶ τὰς τομὰς φέροντες, οὐδὲν τῶν ὑγιαινόντων καὶ κατὰ φύσιν ἐχόντων στοχαζόμενοι. τοιοῦτος μὲν δή τις ὁ πραγματικὸς Θεοπόμπου χαρακτήρ.
 
ὁ δὲ λεκτικὸς Ἰσοκράτει μάλιστα ἔοικε· καθαρά τε γὰρ ἡ λέξις καὶ κοινὴ καὶ σαφής, ὑψηλή τε καὶ μεγαλοπρεπὴς καὶ τὸ πομπικὸν ἔχουσα πολύ, συγκειμένη τε κατὰ τὴν μέσην ἁρμονίαν, ἡδέως καὶ μαλακῶς ῥέουσα. διαλλάττει δὲ τῆς Ἰσοκρατείου κατὰ τὴν πικρότητα καὶ τὸν τόνον ἐπʼ ἐνίων, ὅταν ἐπιτρέψῃ τοῖς πάθεσι,
 
μάλιστα δʼ ὅταν ὀνειδίζῃ πόλεσιν ἢ στρατηγοῖς πονηρὰ βουλεύματα καὶ πράξεις ἀδίκους (πολὺς γὰρ ἐν τούτοις), καὶ τῆς Δημοσθένους δεινότητος οὐδὲ κατὰ μικρὸν διαφέρει, ὡς ἐξ ἄλλων πολλῶν ἄν τις ἴδοι κἀκ τῶν Χιακῶν ἐπιστολῶν, ἃς τῷ συμφύτῳ πνεύματι ἐπιτρέψας γέγραφεν. εἰ δʼ ὑπερεῖδεν ἐν τούτοις ἐφʼ οἷς μάλιστα δὴ ἐσπούδακε τῆς τε συμπλοκῆς τῶν φωνηέντων γραμμάτων καὶ τῆς κυκλικῆς εὐρυθμίας τῶν περιόδων καὶ τῆς ὁμοειδείας τῶν σχηματισμῶν, πολὺ ἀμείνων ἂν ἦν αὐτὸς ἑαυτοῦ κατὰ τὴν φράσιν.
 
ἔστι δὲ ἃ καὶ κατὰ τὸν πραγματικὸν τόπον ἁμαρτάνει, καὶ μάλιστα κατὰ τὰς παρεμβολάς· οὔτε γὰρ ἀναγκαῖαί τινες αὐτῶν οὔτʼ ἐν καιρῷ γενόμεναι, πολὺ δὲ τὸ παιδιῶδες ἐμφαίνουσαι· ἐν αἷς ἐστι καὶ τὰ περὶ Σιληνοῦ τοῦ φανέντος ἐν Μακεδονίᾳ καὶ τὰ περὶ τοῦ δράκοντος τοῦ διαναυμαχήσαντος πρὸς τὴν τριήρη καὶ ἄλλα τούτοις οὐκ ὀλίγα ὅμοια.
 
Οὗτοι παραληφθέντες οἱ συγγραφεῖς ἀρκέσουσι τοῖς ἀσκοῦσι τὸν πολιτικὸν λόγον ἀφορμὰς ἐπιτηδείους παραδειγμάτων παρασχεῖν εἰς ἅπασαν ἰδέαν.
← Önceki 2 / 2

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi