Thesauros Edebiyat Tarih Περὶ συνθέσεως ὀνομάτων

Περὶ συνθέσεως ὀνομάτων

Περὶ συνθέσεως ὀνομάτων Dionysius of Halicarnassus
22 τούτοις ἐπιφέρεται τρίτον κῶλον τουτί πολύβατον οἵ τʼ ἄστεος ὀμφαλὸν θυόεντα ἐν ταῖς ἱεραῖς Ἀθάναις οἰχνεῖτε . ἐνταῦθα τῷ τε ὀμφαλὸν εἰς τὸ ν λήγοντι τὸ θυόεντα παρακείμενον ἀπὸ τοῦ θ ἀρχόμενον ὁμοίαν ἀποδίδωσιν ἀντιτυπίαν τῇ πρότερον, καὶ τῷ θυόεντα εἰς φωνῆεν τὸ α λήγοντι ζευγνύμενον τὸ ἐν ταῖς ἱεραῖς ἀπὸ φωνήεντος τοῦ ε λαμβάνον τὴν ἀρχὴν διέσπακε τῷ μεταξὺ χρόνῳ τὸν ἦχον οὐκ ὄντι ὀλίγῳ. τούτοις ἐκεῖνα ἕπεται πανδαίδαλόν τʼ εὐκλέʼ ἀγοράν · τραχεῖα κἀνταῦθα καὶ ἀντίτυπος ἡ συζυγία· ἡμιφώνῳ γὰρ ἄφωνον συνάπτεται τῷ ν τὸ τ καὶ διαβέβηκεν ἀξιόλογον διάβασιν ὁ μεταξὺ τοῦ τε προσηγορικοῦ τοῦ πανδαίδαλον καὶ τῆς συναλοιφῆς τῆς συναπτομένης αὐτῷ χρόνος· μακραὶ μὲν γὰρ ἀμφότεραι, μείζων δὲ οὐκ ὀλίγῳ τῆς μετρίας ἡ συναλείφουσα τὰ δύο συλλαβή, ἐξ ἀφώνου τε καὶ δυεῖν συνεστῶσα φωνηέντων· εἰ γοῦν τις αὐτῆς ἀφέλοι τὸ τ καὶ ποιήσειε πανδαίδαλον εὐκλέʼ ἀγοράν, εἰς τὸ δίκαιον ἐλθοῦσα μέτρον εὐεπεστάτην ποιήσει τὴν ἁρμονίαν.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi