Thesauros Edebiyat Tarih Περὶ συνθέσεως ὀνομάτων

Περὶ συνθέσεως ὀνομάτων

Περὶ συνθέσεως ὀνομάτων Dionysius of Halicarnassus
22 ἐν μὲν δὴ τοῖς ὀνόμασι ταῦτα πειρᾶται διώκειν καὶ τούτων γλίχεται· ἐν δὲ τοῖς κώλοις ταῦτά τε ὁμοίως ἐπιτηδεύει καὶ τοὺς ῥυθμοὺς τοὺς ἀξιωματικοὺς καὶ μεγαλοπρεπεῖς, καὶ οὔτε πάρισα βούλεται τὰ κῶλα ἀλλήλοις εἶναι οὔτε παρόμοια οὔτε ἀνάγκῃ δουλεύοντα, ἀκόλουθα δὲ καὶ εὐγενῆ καὶ λαμπρὰ καὶ ἐλεύθερα, φύσει τʼ ἐοικέναι μᾶλλον αὐτὰ βούλεται ἢ τέχνῃ, καὶ κατὰ πάθος λέγεσθαι μᾶλλον ἢ κατʼ ἦθος. περιόδους δὲ συντιθέναι συναπαρτιζούσας ἑαυταῖς τὸν νοῦν τὰ πολλὰ μὲν οὐδὲ βούλεται· εἰ δέ ποτʼ αὐτομάτως ἐπὶ τοῦτο κατενεχθείη, τὸ ἀνεπιτήδευτον ἐμφαίνειν θέλει καὶ ἀφελές, οὔτε προσθήκαις τισὶν ὀνομάτων, ἵνα ὁ κύκλος ἐκπληρωθῇ, μηδὲν ὠφελούσαις τὸν νοῦν χρωμένη οὔτε ὅπως αἱ βάσεις αὐτῶν γένοιντο θεατρικαί τινες ἢ γλαφυραί, σπουδὴν ἔχουσα οὐδʼ ἵνα τῷ πνεύματι τοῦ λέγοντος ὦσιν αὐτάρκεις συμμετρουμένη μάλα, οὐδʼ ἄλλην τινὰ πραγματείαν τοιαύτην ἔχουσα ἐπιτήδευσιν οὐδεμίαν. ἔτι τῆς τοιαύτης ἐστὶν ἁρμονίας καὶ ταῦτα ἴδια· ἀντίρροπός ἐστι περὶ τὰς πτώσεις, ποικίλη περὶ τοὺς σχηματισμούς, ὀλιγοσύνδεσμος, ἄναρθρος, ἐν πολλοῖς ὑπεροπτικὴ τῆς ἀκολουθίας, ἥκιστʼ ἀνθηρά, μεγαλόφρων, αὐθέκαστος, ἀκόμψευτος, τὸν ἀρχαϊσμὸν καὶ τὸν πίνον ἔχουσα κάλλος.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi