Thesauros Edebiyat Tarih Περὶ συνθέσεως ὀνομάτων

Περὶ συνθέσεως ὀνομάτων

Περὶ συνθέσεως ὀνομάτων Dionysius of Halicarnassus
 
καὶ αὐτοὶ μὲν δὴ κατασκευάζουσιν οἱ ποιηταὶ καὶ λογογράφοι πρὸς χρῆμα ὁρῶντες οἰκεῖα καὶ δηλωτικὰ τῶν ὑποκειμένων τὰ ὀνόματα, ὥσπερ ἔφην· πολλὰ δὲ καὶ παρὰ τῶν ἔμπροσθεν λαμβάνουσιν ὡς ἐκεῖνοι κατεσκεύασαν, ὅσα μιμητικὰ τῶν πραγμάτων ἐστίν· ὡς ἔχει ταυτί ῥόχθει γὰρ μέγα κῦμα ποτὶ ξερὸν ἠπείροιο. αὐτὸς δὲ κλάγξας πέτετο πνοιῇς ἀνέμοιο. αἰγιαλῷ μεγάλα βρέμεται, σμαραγεῖ δέ τε πόντος. σκέπτετʼ ὀιστῶν τε ῥοῖζον καὶ δοῦπον ἀκόντων. μεγάλη δὲ τούτων ἀρχὴ καὶ διδάσκαλος ἡ φύσις ἡ ποιοῦσα μιμητικοὺς καὶ θετικοὺς ἡμᾶς τῶν ὀνομάτων, οἷς δηλοῦται τὰ πράγματα κατά τινας εὐλόγους καὶ κινητικὰς τῆς διανοίας ὁμοιότητας· ὑφʼ ἧς ἐδιδάχθημεν ταύρων τε μυκήματα λέγειν καὶ χρεμετισμοὺς ἵππων καὶ φριμαγμοὺς τράγων πυρός τε βρόμον καὶ πάταγον ἀνέμων καὶ συριγμὸν κάλων καὶ ἄλλα τούτοις ὅμοια παμπληθῆ τὰ μὲν φωνῆς μηνύματα, τὰ δὲ μορφῆς, τὰ δὲ ἔργου, τὰ δὲ πάθους, τὰ δὲ κινήσεως, τὰ δʼ ἠρεμίας, τὰ δʼ ἄλλου χρήματος ὅτου δή· περὶ ὧν εἴρηται πολλὰ τοῖς πρὸ ἡμῶν, τὰ κράτιστα δʼ ὡς πρώτῳ τὸν ὑπὲρ ἐτυμολογίας εἰσαγαγόντι λόγον, Πλάτωνι τῷ Σωκρατικῷ, πολλαχῇ μὲν καὶ ἄλλῃ μάλιστα δʼ ἐν τῷ Κρατύλῳ.
 
τί δὴ τὸ κεφάλαιόν ἐστί μοι τούτου τοῦ λόγου; ὅτι παρὰ μὲν τὰς τῶν γραμμάτων συμπλοκὰς ἡ τῶν συλλαβῶν γίνεται δύναμις ποικίλη, παρὰ δὲ τὴν τῶν συλλαβῶν σύνθεσιν ἡ τῶν ὀνομάτων φύσις παντοδαπή, παρὰ δὲ τὰς τῶν ὀνομάτων ἁρμονίας πολύμορφος ὁ λόγος· ὥστε πολλὴ ἀνάγκη καλὴν μὲν εἶναι λέξιν ἐν ᾗ καλά ἐστιν ὀνόματα, κάλλους δὲ ὀνομάτων συλλαβάς τε καὶ γράμματα καλὰ αἴτια εἶναι, ἡδεῖαν δὲ διάλεκτον ἐκ τῶν ἡδυνόντων τὴν ἀκοὴν γίνεσθαι κατὰ τὸ παραπλήσιον ὀνομάτων τε καὶ συλλαβῶν καὶ γραμμάτων, τάς τε κατὰ μέρος ἐν τούτοις διαφοράς, καθʼ ἃς δηλοῦται τά τε ἤθη καὶ τὰ πάθη καὶ αἱ διαθέσεις καὶ τὰ ἔργα τῶν προσώπων καὶ τὰ συνεδρεύοντα τούτοις, ἀπὸ τῆς πρώτης κατασκευῆς τῶν γραμμάτων γίνεσθαι τοιαύτας.
 
χρήσομαι δʼ ὀλίγοις παραδείγμασι τοῦ λόγου τοῦδε τῆς σαφηνείας ἕνεκα· τὰ γὰρ ἄλλα πολλὰ ὄντα ἐπὶ σαυτοῦ συμβαλλόμενος εὑρήσεις. ὁ δὴ πολυφωνότατος ἁπάντων ποιητῶν Ὅμηρος, ὅταν μὲν ὥραν ὄψεως εὐμόρφου καὶ κάλλος ἡδονῆς ἐπαγωγὸν ἐπιδείξασθαι βούληται, τῶν τε φωνηέντων τοῖς κρατίστοις χρήσεται καὶ τῶν ἡμιφώνων τοῖς μαλακωτάτοις, καὶ οὐ καταπυκνώσει τοῖς ἀφώνοις τὰς συλλαβὰς οὐδὲ συγκόψει τοὺς ἤχους παρατιθεὶς ἀλλήλοις τὰ δυσέκφορα, πραεῖαν δέ τινα ποιήσει τὴν ἁρμονίαν τῶν γραμμάτων καὶ ῥέουσαν ἀλύπως διὰ τῆς ἀκοῆς, ὡς ἔχει ταυτί ἣ δʼ ἴεν ἐκ θαλάμοιο περίφρων Πηνελόπεια Ἀρτέμιδι ἰκέλη ἠὲ χρυσῇ Ἀφροδίτῃ. Δήλῳ δήποτε τοῖον Ἀπόλλωνος παρὰ βωμῷ φοίνικος νέον ἔρνος ἀνερχόμενον ἐνόησα. καὶ Χλῶριν εἶδον περικαλλέα, τήν ποτε Νηλεὺς γῆμεν ἑὸν μετὰ κάλλος, ἐπεὶ πόρε μυρία ἕδνα. ὅταν δʼ οἰκτρὰν ἢ φοβερὰν ἢ ἀγέρωχον ὄψιν εἰσάγῃ, τῶν τε φωνηέντων οὐ τὰ κράτιστα θήσει ἀλλὰ τὰ δυσηχέστατα, καὶ τῶν ψοφοειδῶν ἢ ἀφώνων τὰ δυσεκφορώτατα λήψεται καὶ καταπυκνώσει τούτοις τὰς συλλαβάς, οἷά ἐστι ταυτί σμερδαλέος δʼ αὐτῇσι φάνη κεκακωμένος ἅλμῃ. τῇ δʼ ἐπὶ μὲν Γοργῲ βλοσυρῶπις ἐστεφάνωτο δεινὸν δερκομένη, περὶ δὲ Δεῖμός τε Φόβος τε. ποταμῶν δέ γε σύρρυσιν εἰς χωρίον ἓν καὶ πάταγον ὑδάτων ἀναμισγομένων ἐκμιμήσασθαι τῇ λέξει βουλόμενος οὐκ ἐργάσεται λείας συλλαβὰς ἀλλʼ ἰσχυρὰς καὶ ἀντιτύπους ὡς δʼ ὅτε χείμαρροι ποταμοὶ κατʼ ὄρεσφι ῥέοντες ἐς μισγάγκειαν συμβάλλετον ὄβριμον ὕδωρ. βιαζόμενον δέ τινα πρὸς ἐναντίον ῥεῦμα ποταμοῦ μετὰ τῶν ὅπλων καὶ τὰ μὲν ἀντέχοντα, τὰ δʼ ὑποφερόμενον εἰσάγων ἀνακοπάς τε ποιήσει συλλαβῶν καὶ ἀναβολὰς χρόνων καὶ ἀντιστηριγμοὺς γραμμάτων δεινὸν δʼ ἀμφʼ Ἀχιλῆα κυκώμενον ἵστατο κῦμα, ὤθει δʼ ἐν σάκεϊ πίπτων ῥόος, οὐδὲ πόδεσσιν εἶχε στηρίξασθαι. ἀραττομένων δὲ περὶ πέτρας ἀνθρώπων ψόφον τε καὶ μόρον οἰκτρὸν ἐπιδεικνύμενος ἐπὶ τῶν ἀηδεστάτων τε καὶ κακοφωνοτάτων χρονιεῖ γραμμάτων οὐδαμῇ λεαίνων τὴν κατασκευὴν οὐδὲ ἡδύνων· σύν τε δύω μάρψας ὥστε σκύλακας προτὶ γαίῃ κόπτʼ· ἐκ δʼ ἐγκέφαλος χαμάδις ῥέε, δεῦε δὲ γαῖαν. πολὺ ἂν ἔργον εἴη λέγειν, εἰ πάντων παραδείγματα βουλοίμην φέρειν ὧν ἄν τις ἀπαιτήσειε κατὰ τὸν τόπον τόνδε· ὥστε ἀρκεσθεὶς τοῖς εἰρημένοις ἐπὶ τὰ ἑξῆς μεταβήσομαι. φημὶ δὴ τὸν βουλόμενον ἐργάσασθαι λέξιν καλὴν ἐν τῷ συντιθέναι τὰς φωνάς, ὅσα καλλιλογίαν ἢ μεγαλοπρέπειαν ἢ σεμνότητα περιείληφεν ὀνόματα, εἰς ταὐτὸ συνάγειν. εἴρηται δέ τινα περὶ τούτων καὶ Θεοφράστῳ τῷ φιλοσόφῳ κοινότερον ἐν τοῖς περὶ λέξεως, ἔνθα ὁρίζει, τίνα ὀνόματα φύσει καλά παραδείγματος ἕνεκα, ὧν συντιθεμένων καλὴν οἴεται καὶ μεγαλοπρεπῆ γενήσεσθαι τὴν φράσιν, καὶ αὖθις ἕτερα μικρὰ καὶ ταπεινά, ἐξ ὧν οὔτε ποίημα χρηστὸν ἔσεσθαί φησιν οὔτε λόγον. καὶ μὰ Δία οὐκ ἀπὸ σκοποῦ ταῦτα εἴρηται τῷ ἀνδρί. εἰ μὲν οὖν ἐγχωροίη πάντʼ εἶναι τὰ μόρια τῆς λέξεως ὑφʼ ὧν μέλλει δηλοῦσθαι τὸ πρᾶγμα εὔφωνά τε καὶ καλλιρήμονα, μανίας ἔργον ζητεῖν τὰ χείρω· εἰ δὲ ἀδύνατον εἴη τοῦτο, ὥσπερ ἐπὶ πολλῶν ἔχει, τῇ πλοκῇ καὶ μίξει καὶ παραθέσει πειρατέον ἀφανίζειν τὴν τῶν χειρόνων φύσιν, ὅπερ Ὅμηρος εἴωθεν ἐπὶ πολλῶν ποιεῖν. εἰ γάρ τις ἔροιτο ὅντινʼ οὖν ἢ ποιητῶν ἢ ῥητόρων, τίνα σεμνότητα ἢ καλλιλογίαν ταῦτʼ ἔχει τὰ ὀνόματα ἃ ταῖς Βοιωτίαις κεῖται πόλεσιν Ὑρία καὶ Μυκαλησσὸς καὶ Γραῖα καὶ Ἐτεωνὸς καὶ Σκῶλος καὶ Θίσβη καὶ Ὀγχηστὸς καὶ Εὔτρησις καὶ τἆλλʼ ἐφεξῆς ὧν ὁ ποιητὴς μέμνηται, οὐδεὶς ἂν εἰπεῖν οὐδʼ ἥντινʼ οὖν ἔχοι· ἀλλʼ οὕτως αὐτὰ καλῶς ἐκεῖνος συνύφαγκεν καὶ παραπληρώμασιν εὐφώνοις διείληφεν ὥστε μεγαλοπρεπέστατα φαίνεσθαι πάντων ὀνομάτων· Βοιωτῶν μὲν Πηνέλεως καὶ Λήιτος ἦρχον Ἀρκεσίλαός τε Προθοήνωρ τε Κλονίος τε, οἵ θʼ Ὑρίην ἐνέμοντο καὶ Αὐλίδα πετρήεσσαν σχοῖνόν τε Σκῶλόν τε πολύκνημόν τʼ Ἐτεωνόν, Θέσπειαν Γραῖάν τε καὶ εὐρύχορον Μυκαλησσόν, οἵ τʼ ἀμφʼ Ἅρμʼ ἐνέμοντο καὶ Εἰλέσιον καὶ Ἐρυθράς, οἵ τʼ Ἐλεῶνʼ εἶχον ἠδʼ Ὕλην καὶ Πετεῶνα, Ὠκαλέην Μεδεῶνά τʼ ἐυκτίμενον πτολίεθρον. ἐν εἰδόσι λέγων οὐκ οἴομαι πλειόνων δεῖν παραδειγμάτων. ἅπας γάρ ἐστιν ὁ κατάλογος αὐτῷ τοιοῦτος καὶ πολλὰ ἄλλα, ἐν οἷς ἀναγκασθεὶς ὀνόματα λαμβάνειν οὐ καλὰ τὴν φύσιν ἑτέροις αὐτὰ κοσμεῖ καλοῖς καὶ λύει τὴν ἐκείνων δυσχέρειαν τῇ τούτων εὐμορφίᾳ. καὶ περὶ μὲν τούτων ἅλις.
 
ἐπεὶ δὲ καὶ τοὺς ῥυθμοὺς ἔφην οὐ μικρὰν μοῖραν ἔχειν τῆς ἀξιωματικῆς καὶ μεγαλοπρεποῦς συνθέσεως, ἵνα μηδεὶς εἰκῇ με δόξῃ λέγειν ῥυθμοὺς καὶ μέτρα μουσικῆς οἰκεῖα θεωρίας εἰς οὐ ῥυθμικὴν οὐδʼ ἔμμετρον εἰσάγοντα διάλεκτον, ἀποδώσω καὶ τὸν ὑπὲρ τούτων λόγον. ἔχει δʼ οὕτως·
 
πᾶν ὄνομα καὶ ῥῆμα καὶ ἄλλο μόριον λέξεως, ὅ τι μὴ μονοσύλλαβόν ἐστιν, ἐν ῥυθμῷ τινι λέγεται· τὸ δʼ αὐτὸ καλῶ πόδα καὶ ῥυθμόν. δισυλλάβου μὲν οὖν λέξεως διαφοραὶ τρεῖς. ἢ γὰρ ἐξ ἀμφοτέρων ἔσται βραχειῶν ἢ ἐξ ἀμφοτέρων μακρῶν ἢ τῆς μὲν βραχείας, τῆς δὲ μακρᾶς. τοῦ δὲ τρίτου τούτου ῥυθμοῦ διττὸς ὁ τρόπος· ὃ μέν τις ἀπὸ βραχείας ἀρχόμενος καὶ λήγων εἰς μακράν, ὃ δʼ ἀπὸ μακρᾶς καὶ λήγων εἰς βραχεῖαν. ὁ μὲν οὖν βραχυσύλλαβος ἡγεμών τε καὶ πυρρίχιος καλεῖται, καὶ οὔτε μεγαλοπρεπής ἐστιν οὔτε σεμνός· σχῆμα δʼ αὐτοῦ τοιόνδε λέγε δὲ σὺ κατὰ πόδα νεόχυτα μέλεα. ὁ δʼ ἀμφοτέρας τὰς συλλαβὰς μακρὰς ἔχων κέκληται μὲν σπονδεῖος, ἀξίωμα δὲ ἔχει μέγα καὶ σεμνότητα πολλήν· παράδειγμα δʼ αὐτοῦ τόδε ποίαν δῆθʼ ὁρμάσω, ταύταν ἢ κείναν, κείναν ἢ ταύταν; ὁ δʼ ἐκ βραχείας τε καὶ μακρᾶς συγκείμενος ἐὰν μὲν τὴν ἡγουμένην λάβῃ βραχεῖαν, ἴαμβος καλεῖται, καὶ ἔστιν οὐκ ἀγεννής· ἐὰν δὲ ἀπὸ τῆς μακρᾶς ἄρχηται, τροχαῖος, καὶ ἔστι μαλακώτερος θατέρου καὶ ἀγεννέστερος· παράδειγμα δὲ τοῦ μὲν προτέρου τοιόνδε ἐπὶ σχολῇ πάρεστι, παῖ Μενοιτίου. τοῦ δʼ ἑτέρου θυμέ, θύμʼ ἀμηχάνοισι κήδεσιν κυκώμενε. δισυλλάβων μὲν δὴ μορίων λέξεως διαφοραί τε καὶ ῥυθμοὶ καὶ σχήματα τοσαῦτα· τρισυλλάβων δʼ ἕτερα πλείω τῶν εἰρημένων καὶ ποικιλωτέραν ἔχοντα θεωρίαν. ὁ μὲν γὰρ ἐξ ἁπασῶν βραχειῶν συνεστώς, καλούμενος δὲ ὑπό τινων χορεῖος τρίβραχυς πούς, οὗ παράδειγμα τοιόνδε Βρόμιε, δορατοφόρʼ, ἐνυάλιε, πολεμοκέλαδε, ταπεινός τε καὶ ἄσεμνός ἐστι καὶ ἀγεννής, καὶ οὐδὲν ἂν ἐξ αὐτοῦ γένοιτο γενναῖον. ὁ δʼ ἐξ ἁπασῶν μακρῶν, μολοττὸν δʼ αὐτὸν οἱ μετρικοὶ καλοῦσιν, ὑψηλός τε καὶ ἀξιωματικός ἐστι καὶ διαβεβηκὼς ἐπὶ πολύ· παράδειγμα δὲ αὐτοῦ τοιόνδε ὦ Ζηνὸς καὶ Λήδας κάλλιστοι σωτῆρες. ὁ δʼ ἐκ μακρᾶς καὶ δυεῖν βραχειῶν μέσην μὲν λαβὼν τὴν μακρὰν ἀμφίβραχυς ὠνόμασται, καὶ οὐ σφόδρα τῶν εὐσχήμων ἐστὶ ῥυθμῶν ἀλλὰ διακέκλασταί τε καὶ πολὺ τὸ θῆλυ καὶ ἀηδὲς ἔχει, οἷά ἐστι ταυτί Ἴακχε θρίαμβε, σὺ τῶνδε χοραγέ. ὁ δὲ προλαμβάνων τὰς δύο βραχείας ἀνάπαιστος μὲν καλεῖται, σεμνότητα δʼ ἔχει πολλήν· καὶ ἔνθα δεῖ μέγεθός τι περιτιθέναι τοῖς πράγμασιν ἢ πάθος, ἐπιτήδειός ἐστι παραλαμβάνεσθαι· τούτου τὸ σχῆμα τοιόνδε βαρύ μοι κεφαλᾶς ἐπίκρανον ἔχειν. ὁ δὲ ἀπὸ τῆς μακρᾶς ἀρχόμενος, λήγων δὲ εἰς τὰς βραχείας δάκτυλος μὲν καλεῖται, πάνυ δʼ ἐστὶ σεμνὸς καὶ εἰς τὸ κάλλος τῆς ἑρμηνείας ἀξιολογώτατος, καὶ τό γε ἡρωικὸν μέτρον ἀπὸ τούτου κοσμεῖται ὡς ἐπὶ τὸ πολύ· παράδειγμα δὲ αὐτοῦ τόδε Ἰλιόθεν με φέρων ἄνεμος Κικόνεσσι πέλασσεν. οἱ μέντοι ῥυθμικοὶ τούτου τοῦ ποδὸς τὴν μακρὰν βραχυτέραν εἶναί φασι τῆς τελείας, οὐκ ἔχοντες δʼ εἰπεῖν ὅσῳ, καλοῦσιν αὐτὴν ἄλογον. ἕτερός ἐστιν ἀντίστροφον ἔχων τούτῳ ῥυθμόν, ὃς ἀπὸ τῶν βραχειῶν ἀρξάμενος ἐπὶ τὴν ἄλογον τελευτᾷ· τοῦτον χωρίσαντες ἀπὸ τῶν ἀναπαίστων κυκλικὸν καλοῦσι παράδειγμα αὐτοῦ φέροντες τοιόνδε κέχυται πόλις ὑψίπυλος κατὰ γᾶν. περὶ ὧν ἂν ἕτερος εἴη λόγος· πλὴν ἀμφότεροί γε τῶν πάνυ καλῶν οἱ ῥυθμοί. ἓν ἔτι λείπεται τρισυλλάβων ῥυθμῶν γένος, ὃ συνέστηκεν ἐκ δύο μακρῶν καὶ βραχείας, τρία δὲ ποιεῖ σχήματα· μέσης μὲν γὰρ γινομένης τῆς βραχείας, ἄκρων δὲ τῶν μακρῶν κρητικός τε λέγεται καὶ ἔστιν οὐκ ἀγεννής. ὑπόδειγμα δὲ αὐτοῦ τοιοῦτον οἳ δʼ ἐπείγοντο πλωταῖς ἀπήναισι χαλκεμβόλοις. ἂν δὲ τὴν ἀρχὴν αἱ δύο μακραὶ κατάσχωσιν, τὴν δὲ τελευτὴν ἡ βραχεῖα, οἷά ἐστι ταυτί σοὶ Φοῖβε Μοῦσαί τε σύμβωμοι, ἀνδρῶδες πάνυ ἐστὶ τὸ σχῆμα καὶ εἰς σεμνολογίαν ἐπιτήδειον. τὸ δʼ αὐτὸ συμβήσεται κἂν ἡ βραχεῖα προτεθῇ τῶν μακρῶν· καὶ γὰρ οὗτος ὁ ῥυθμὸς ἀξίωμα ἔχει καὶ μέγεθος· παράδειγμα δὲ αὐτοῦ τόδε τίνʼ ἀκτάν, τίνʼ ὕλαν δράμω; ποῖ πορευθῶ; τούτοις ἀμφοτέροις ὀνόματα κεῖται τοῖς ποσὶν ὑπὸ τῶν μετρικῶν βακχεῖος μὲν τῷ προτέρῳ, θατέρῳ δὲ ὑποβάκχειος. οὗτοι δώδεκα ῥυθμοί τε καὶ πόδες εἰσὶν οἱ πρῶτοι καταμετροῦντες ἅπασαν ἔμμετρόν τε καὶ ἄμετρον λέξιν, ἐξ ὧν γίνονται στίχοι τε καὶ κῶλα· οἱ γὰρ ἄλλοι πόδες καὶ ῥυθμοὶ πάντες ἐκ τούτων εἰσὶ σύνθετοι. ἁπλοῦς δὲ ῥυθμὸς ἢ ποὺς οὔτʼ ἐλάττων ἔσται δύο συλλαβῶν οὔτε μείζων τριῶν. καὶ περὶ μὲν τούτων οὐκ οἶδʼ ὅ τι δεῖ τὰ πλείω λέγειν.
 
ὧν δʼ ἕνεκα νῦν ὑπήχθην ταῦτα προειπεῖν ʽοὐ γὰρ δὴ τὴν ἄλλως γέ μοι προὔκειτο μετρικῶν καὶ ῥυθμικῶν ἅπτεσθαι θεωρημάτων, ἀλλὰ τοῦ ἀναγκαίου ἕνεκἀ, ταῦτʼ ἐστίν, ὅτι διὰ μὲν τῶν γενναίων καὶ ἀξιωματικῶν καὶ μέγεθος ἐχόντων ῥυθμῶν ἀξιωματικὴ γίνεται σύνθεσις καὶ γενναία καὶ μεγαλοπρεπής, διὰ δὲ τῶν ἀγεννῶν τε καὶ ταπεινῶν ἀμεγέθης τις καὶ ἄσεμνος, ἐάν τε καθʼ ἑαυτοὺς ἕκαστοι τούτων λαμβάνωνται τῶν ῥυθμῶν, ἐάν τε ἀλλήλοις κατὰ τὰς ὁμοζυγίας συμπλέκωνται. δῆλον. εἰ μὲν οὖν ἔσται δύναμις ἐξ ἁπάντων κρατίστων ῥυθμῶν συνθεῖναι τὴν λέξιν, ἔχοι ἂν ἡμῖν κατʼ εὐχήν· εἰ δʼ ἀναγκαῖον εἴη μίσγειν τοῖς κρείττοσι τοὺς χείρονας, ὡς ἐπὶ πολλῶν γίνεται ʽτὰ γὰρ ὀνόματα κεῖται τοῖς πράγμασιν ὡς ἔτυχεν̓, οἰκονομεῖν αὐτὰ χρὴ φιλοτέχνως καὶ διακλέπτειν τῇ χάριτι τῆς συνθέσεως τὴν ἀνάγκην ἄλλως τε καὶ πολλὴν τὴν ἄδειαν ἔχοντας· οὐ γὰρ ἀπελαύνεται ῥυθμὸς οὐδεὶς ἐκ τῆς ἀμέτρου λέξεως, ὥσπερ ἐκ τῆς ἐμμέτρου.
 
μαρτύρια δὲ ὧν εἴρηκα παραθεῖναι λοιπόν, ἵνα μοι καὶ πίστιν ὁ λόγος λάβῃ. ἔσται δʼ ὀλίγα περὶ πολλῶν. φέρε δή, τίς οὐκ ἂν ὁμολογήσειεν ἀξιωματικῶς τε συγκεῖσθαι καὶ μεγαλοπρεπῶς τὴν Θουκυδίδου λέξιν τὴν ἐν τῷ ἐπιταφίῳ ταύτην· οἱ μὲν πολλοὶ τῶν ἐνθάδε ἤδη εἰρηκότων ἐπαινοῦσι τὸν προσθέντα τῷ νόμῳ τὸν λόγον τόνδε, ὡς καλὸν ἐπὶ τοῖς ἐκ τῶν πολέμων θαπτομένοις ἀγορεύεσθαι αὐτόν . τί οὖν ἐστιν ὃ πεποίηκε ταύτην μεγαλοπρεπῆ τὴν σύνθεσιν; τὸ ἐκ τοιούτων συγκεῖσθαι ῥυθμῶν τὰ κῶλα. τρεῖς μὲν γὰρ οἱ τοῦ πρώτου προηγούμενοι κώλου σπονδεῖοι πόδες εἰσίν, ὁ δὲ τέταρτος ἀνάπαιστος, ὁ δὲ μετὰ τοῦτον αὖθις σπονδεῖος, ἔπειτα κρητικός, ἅπαντες ἀξιωματικοί. καὶ τὸ μὲν πρῶτον κῶλον διὰ ταῦτʼ ἐστὶ σεμνόν· τὸ δὲ ἑξῆς τουτί ἐπαινοῦσι τὸν προσθέντα τῷ νόμῳ τὸν λόγον τόνδε δύο μὲν ὑποβακχείους ἔχει τοὺς πρώτους πόδας, κρητικὸν δὲ τὸν τρίτον, εἶτʼ αὖθις ὑποβακχείους δύο καὶ συλλαβὴν ὑφʼ ἧς τελειοῦται τὸ κῶλον· ὥστʼ εἰκότως σεμνόν ἐστι καὶ τοῦτο ἐκ τῶν εὐγενεστάτων τε καὶ καλλίστων ῥυθμῶν συγκείμενον. τὸ δὲ δὴ τρίτον κῶλον ὡς καλὸν ἐπὶ τοῖς ἐκ τῶν πολέμων θαπτομένοις ἀγορεύεσθαι αὐτόν ἄρχεται μὲν ἀπὸ τοῦ κρητικοῦ ποδός, δεύτερον δὲ λαμβάνει τὸν ἀνάπαιστον καὶ τρίτον σπονδεῖον καὶ τέταρτον αὖθις ἀνάπαιστον, εἶτα δύο τοὺς ἑξῆς δακτύλους, καὶ σπονδείους δύο τοὺς τελευταίους, εἶτα κατάληξιν. εὐγενὲς δὴ καὶ τοῦτο διὰ τοὺς πόδας γέγονεν. τὰ πλεῖστα δʼ ἐστὶ παρὰ Θουκυδίδῃ τοιαῦτα, μᾶλλον δὲ ὀλίγα τὰ μὴ οὕτως ἔχοντα, ὥστʼ εἰκότως ὑψηλὸς εἶναι δοκεῖ καὶ καλλιεπὴς ὡς εὐγενεῖς ἐπάγων ῥυθμούς.
 
τὴν δὲ δὴ Πλατωνικὴν λέξιν ταυτηνὶ τίνι ποτὲ ἄλλῳ κοσμηθεῖσαν οὕτως ἀξιωματικὴν εἶναι φαίη τις ἂν καὶ καλήν, εἰ μὴ τῷ συγκεῖσθαι διὰ τῶν καλλίστων τε καὶ ἀξιολογωτάτων ῥυθμῶν; ἔστι γὰρ δὴ τῶν πάνυ φανερῶν καὶ περιβοήτων, ᾗ κέχρηται ὁ ἀνὴρ κατὰ τὴν τοῦ ἐπιταφίου ἀρχήν· ἔργῳ μὲν ἡμῖν οἵδε ἔχουσιν τὰ προσήκοντα σφίσιν αὐτοῖς· ὧν τυχόντες πορεύονται τὴν εἱμαρμένην πορείαν . ἐν τούτοις δύο μέν ἐστιν ἃ συμπληροῖ τὴν περίοδον κῶλα, ῥυθμοὶ δὲ οἱ ταῦτα διαλαμβάνοντες οἵδε· βακχεῖος μὲν ὁ πρῶτος· οὐ γὰρ δή γε ὡς ἰαμβικὸν ἀξιώσαιμʼ ἂν ἔγωγε τὸ κῶλον τουτὶ ῥυθμίζειν ἐνθυμούμενος ὅτι οὐκ ἐπιτροχάλους καὶ ταχεῖς ἀλλʼ ἀναβεβλημένους καὶ βραδεῖς τοῖς οἰκτιζομένοις προσῆκεν ἀποδίδοσθαι τοὺς χρόνους· σπονδεῖος δʼ ὁ δεύτερος· ὁ δʼ ἑξῆς δάκτυλος διαιρουμένης τῆς συναλοιφῆς· εἶθʼ ὁ μετὰ τοῦτον σπονδεῖος· ὁ δʼ ἑξῆς μᾶλλον κρητικὸς ἢ ἀνάπαιστος· ἔπειθʼ, ὡς ἐμὴ δόξα, σπονδεῖος· ὁ δὲ τελευταῖος ὑποβάκχειος, εἰ δὲ βούλεταί τις, ἀνάπαιστος· εἶτα κατάληξις. τούτων τῶν ῥυθμῶν οὐδεὶς ταπεινὸς οὐδὲ ἀγεννής. τοῦ δὲ ἑξῆς κώλου τουδί ὧν τυχόντες πορεύονται τὴν εἱμαρμένην πορείαν δύο μέν εἰσιν οἱ πρῶτοι πόδες κρητικοί, σπονδεῖοι δὲ οἱ μετὰ τούτους δύο· μεθʼ οὓς αὖθις κρητικός, ἔπειτα τελευταῖος ὑποβάκχειος. ἀνάγκη δὴ τὸν ἐξ ἁπάντων συγκείμενον καλῶν ῥυθμῶν καλὸν εἶναι λόγον. μυρία τοιαῦτʼ ἔστιν εὑρεῖν καὶ παρὰ Πλάτωνι. ὁ γὰρ ἀνὴρ ἐμμέλειάν τε καὶ εὐρυθμίαν συνιδεῖν δαιμονιώτατος, καὶ εἴ γε δεινὸς ἦν οὕτως ἐκλέξαι τὰ ὀνόματα ὡς συνθεῖναι περιττός, καί νύ κεν ἢ παρέλασσεν τὸν Δημοσθένη κάλλους ἑρμηνείας ἕνεκεν, ἢ ἀμφήριστον ἔθηκεν. νῦν δὲ περὶ μὲν τὴν ἐκλογὴν ἔστιν ὅτε διαμαρτάνει, καὶ μάλιστα ἐν οἷς ἂν τὴν ὑψηλὴν καὶ περιττὴν καὶ ἐγκατάσκευον διώκῃ φράσιν, ὑπὲρ ὧν ἑτέρωθί μοι δηλοῦται σαφέστερον. συντίθησι δὲ τὰ ὀνόματα καὶ ἡδέως καὶ καλῶς νὴ Δία, καὶ οὐκ ἄν τις αὐτὸν ἔχοι κατὰ τοῦτο μέμψασθαι τὸ μέρος.
 
ἑνὸς ἔτι παραθήσομαι λέξιν, ᾧ τὰ ἀριστεῖα τῆς ἐν λόγοις δεινότητος ἀποδίδωμι. ὅρος γὰρ δή τίς ἐστιν ἐκλογῆς τε ὀνομάτων καὶ κάλλους συνθέσεως ὁ Δημοσθένης. ἐν δὴ τῷ περὶ τοῦ στεφάνου λόγῳ τρία μέν ἐστιν ἃ τὴν πρώτην περίοδον συμπληροῖ κῶλα, οἱ δὲ ταῦτα καταμετροῦντες οἵδέ εἰσιν ῥυθμοί· πρῶτον μέν, ὦ ἄνδρες Ἀθηναῖοι, τοῖς θεοῖς εὔχομαι πᾶσι καὶ πάσαις . ἄρχει δὲ τοῦ κώλου βακχεῖος ῥυθμός, ἔπειθʼ ἕπεται σπονδεῖος, εἶτʼ ἀνάπαιστός τε καὶ μετὰ τοῦτον ἕτερος σπονδεῖος, εἶθʼ ἑξῆς κρητικοὶ τρεῖς, σπονδεῖος δʼ ὁ τελευταῖος. τοῦ δὲ δευτέρου κώλου τοῦδε ὅσην εὔνοιαν ἔχων ἐγὼ διατελῶ τῇ τε πόλει καὶ πᾶσιν ὑμῖν πρῶτος μὲν ὑποβάκχειός ἐστι πούς, εἶτα βακχεῖος, εἰ δὲ βούλεταί τις, δάκτυλος· εἶτα κρητικός· μεθʼ οὕς εἰσι δύο σύνθετοι πόδες οἱ καλούμενοι παιᾶνες· οἷς ἕπεται μολοττὸς ἢ βακχεῖος, ἐγχωρεῖ γὰρ ἑκατέρως αὐτὸν διαιρεῖν· τελευταῖος δὲ σπονδεῖος. τοῦ δὲ τρίτου κώλου τοῦδε τοσαύτην ὑπάρξαι μοι παρʼ ὑμῶν εἰς τουτονὶ τὸν ἀγῶνα ἄρχουσι μὲν ὑποβάκχειοι δύο, ἕπεται δὲ κρητικός, ᾧ συνῆπται σπονδεῖος· εἶτʼ αὖθις βακχεῖος ἢ κρητικός, καὶ τελευταῖος πάλιν κρητικός, εἶτα κατάληξις. τί οὖν ἐκώλυε καλὴν ἁρμονίαν εἶναι λέξεως, ἐν ᾗ μήτε πυρρίχιός ἐστι ποὺς μήτε ἰαμβικὸς μήτε ἀμφίβραχυς μήτε τῶν χορείων ἢ τροχαίων μηδείς; καὶ οὐ λέγω τοῦτο, ὅτι τῶν ἀνδρῶν ἐκείνων ἕκαστος οὐ κέχρηταί ποτε καὶ τοῖς ἀγεννεστέροις ῥυθμοῖς ʽκέχρηται γάῤ, ἀλλʼ εὖ συγκεκρύφασιν αὐτοὺς καὶ συνυφάγκασι διαλαβόντες τοῖς κρείττοσι τοὺς χείρονας.
 
οἷς δὲ μὴ ἐγένετο πρόνοια τούτου τοῦ μέρους, οἳ μὲν ταπεινάς, οἳ δὲ κατακεκλασμένας, οἳ δʼ ἄλλην τινὰ αἰσχύνην καὶ ἀμορφίαν ἐχούσας ἐξήνεγκαν τὰς γραφάς. ὧν ἐστι πρῶτός τε καὶ μέσος καὶ τελευταῖος ὁ Μάγνης ὁ σοφιστὴς Ἡγησίας· ὑπὲρ οὗ μὰ τὸν Δία καὶ τοὺς ἄλλους θεοὺς ἅπαντας οὐκ οἶδα τί χρὴ λέγειν, πότερα τοσαύτη περὶ αὐτὸν ἀναισθησία καὶ παχύτης ἦν ὥστε μὴ συνορᾶν, οἵτινές εἰσιν ἀγεννεῖς ἢ εὐγενεῖς ῥυθμοί, ἢ τοσαύτη θεοβλάβεια καὶ διαφθορὰ τῶν φρενῶν ὥστʼ εἰδότα τοὺς κρείττους ἔπειτα αἱρεῖσθαι τοὺς χείρονας, ὃ καὶ μᾶλλον πείθομαι· ἀγνοίας μὲν γάρ ἐστι καὶ τὸ κατορθοῦν πολλαχῇ, προνοίας δὲ τὸ μηδέποτε. ἐν γοῦν ταῖς τοσαύταις γραφαῖς, αἷς καταλέλοιπεν ὁ ἀνήρ, μίαν οὐκ ἂν εὕροι τις σελίδα συγκειμένην εὐτυχῶς. ἔοικεν δὴ ταῦτα ὑπολαβεῖν ἐκείνων κρείττω καὶ μετὰ σπουδῆς αὐτὰ ποιεῖν, εἰς ἃ διʼ ἀνάγκην ἐμπεσὼν ἄν τις ἐν λόγῳ σχεδίῳ διʼ αἰσχύνης θεῖτο φρόνημα ἔχων ἀνήρ. θήσω δὲ καὶ τούτου λέξιν ἐκ τῆς ἱστορίας, ἵνα σοι γένηται δῆλον ἐκ τῆς ἀντιπαραθέσεως, ὅσην μὲν ἀξίωσιν ἔχει τὸ εὐγενὲς ἐν ῥυθμοῖς, ὅσην δʼ αἰσχύνην τὸ ἀγεννές. ἔστιν δʼ ὃ λαμβάνει πρᾶγμα ὁ σοφιστὴς τοιόνδε. Ἀλέξανδρος πολιορκῶν Γάζαν χωρίον τι τῆς Συρίας πάνυ ἐχυρὸν τραυματίας τε γίνεται κατὰ τὴν προσβολὴν καὶ τὸ χωρίον αἱρεῖ χρόνῳ. φερόμενος δʼ ὑπʼ ὀργῆς τούς τʼ ἐγκαταληφθέντας ἀποσφάττει πάντας, ἐπιτρέψας τοῖς Μακεδόσι τὸν ἐντυχόντα κτείνειν, καὶ τὸν ἡγεμόνα αὐτῶν αἰχμάλωτον λαβών, ἄνδρα ἐν ἀξιώματι καὶ τύχης καὶ εἴδους, ἐξ ἁρματείου δίφρου δῆσαι κελεύσας ζῶντα καὶ τοὺς ἵππους ἐλαύνειν ἀνὰ κράτος ἐν τῇ πάντων ὄψει διαφθείρει. τούτων οὐκ ἂν ἔχοι τις εἰπεῖν δεινότερα πάθη οὐδʼ ὄψει φοβερώτερα πῶς δὴ ταῦτα ἡρμήνευκεν ὁ σοφιστής, ἄξιον ἰδεῖν, πότερα σεμνῶς καὶ ὑψηλῶς ἢ ταπεινῶς καὶ καταγελάστως. 5
 
ὁ δὲ βασιλεὺς ἔχων τὸ σύνταγμα προηγεῖτο. καί πως ἐβεβούλευτο τῶν πολεμίων τοῖς ἀρίστοις, ἀπαντᾶν ἐπιόντι· τοῦτο γὰρ ἔγνωστο, κρατήσασιν ἑνὸς συνεκβαλεῖν καὶ τὸ πλῆθος. ἡ μὲν οὖν ἐλπὶς αὕτη συνέδραμεν εἰς τόλμαν, ὥστʼ Ἀλέξανδρον μηδέποτε κινδυνεῦσαι πρότερον οὕτως. ἀνὴρ γὰρ τῶν πολεμίων εἰς γόνατα συγκαμφθεὶς ἔδοξεν τοῦτʼ Ἀλεξάνδρῳ τῆς ἱκετείας ἕνεκα πρᾶξαι. προσέμενος δʼ ἐγγὺς μικρὸν ἐκνεύει τὸ ξίφος ἐνέγκαντος ἐπὶ τὰ πτερύγια τοῦ θώρακος, ὥστε γενέσθαι τὴν πληγὴν οὐ καιριωτάτην. ἀλλὰ τὸν μὲν αὐτὸς ἀπώλεσεν κατὰ κεφαλῆς τύπτων τῇ μαχαίρᾳ, τοὺς δʼ ἄλλους ὀργὴ πρόσφατος ἐπίμπρα. οὕτως ἄρα ἑκάστου τὸν ἔλεον ἐξέστησεν ἡ τοῦ τολμήματος ἀπόνοια τῶν μὲν ἰδόντων, τῶν δʼ ἀκουσάντων, ὥσθʼ ἑξακισχιλίους ὑπὸ τὴν σάλπιγγα ἐκείνην τῶν βαρβάρων κατακοπῆναι. τὸν μέντοι Βαῖτιν αὐτὸν ἀνήγαγον ζῶντα Λεόνατος καὶ Φιλωτᾶς. ἰδὼν δὲ πολύσαρκον καὶ μέγαν καὶ βλοσυρωπόν ʽμέλας γὰρ ἦν καὶ τὸ χρῶμἀ, μισήσας ἐφʼ οἷς ἐβεβούλευτο καὶ τὸ εἶδος ἐκέλευσεν διὰ τῶν ποδῶν χαλκοῦν ψάλιον διείραντας ἕλκειν κύκλῳ γυμνόν. πιλούμενος δὲ κακοῖς περὶ πολλὰς τραχύτητας ἔκραζεν. αὐτὸ δʼ ἦν, ὃ λέγω, τὸ συνάγον ἀνθρώπους. ἐπέτεινε μὲν γὰρ ὁ πόνος, βάρβαρον δʼ ἐβόα, δεσπότην καθικετεύων· γελᾶν δὲ ὁ σολοικισμὸς ἐποίει. τὸ δὲ στέαρ καὶ τὸ κύτος τῆς σαρκὸς ἀνέφαινε Βαβυλώνιον ζῷον ἕτερον ἁδρόν. ὁ μὲν οὖν ὄχλος ἐνέπαιζε, στρατιωτικὴν ὕβριν ὑβρίζων εἰδεχθῆ καὶ τῷ τρόπῳ σκαιὸν ἐχθρόν .
 
ἆρά γε ὅμοια ταῦτʼ ἐστὶ τοῖς Ὁμηρικοῖς ἐκείνοις, ἐν οἷς Ἀχιλλεύς ἐστιν αἰκιζόμενος Ἕκτορα μετὰ τὴν τελευτήν; καίτοι τό γε πάθος ἐκεῖνο ἔλαττον· εἰς ἀναίσθητον γὰρ σῶμα ἡ ὕβρις· ἀλλʼ ὅμως ἄξιον ἐστὶν ἰδεῖν, ὅσῳ διενήνοχεν ὁ ποιητὴς τοῦ σοφιστοῦ· ἦ ῥα, καὶ Ἕκτορα δῖον ἀεικέα μήδετο ἔργα· ἀμφοτέρων μετόπισθε ποδῶν τέτρηνε τένοντε ἐς σφυρὸν ἐκ πτέρνης, βοέους δʼ ἐξῆπτεν ἱμάντας, ἐκ δίφροιο δʼ ἔδησε· κάρη δʼ ἕλκεσθαι ἔασεν. ἐς δίφρον δʼ ἀναβὰς ἀνά τε κλυτὰ τεύχεʼ ἀείρας μάστιξεν δʼ ἐλάαν· τὼ δʼ οὐκ ἄκοντε πετέσθην. τοῦ δʼ ἦν ἑλκομένοιο κονίσαλος· ἀμφὶ δὲ χαῖται κυάνεαι πίμπλαντο, κάρη δʼ ἅπαν ἐν κονίῃσι κεῖτο πάρος χαρίεν· τότε δὲ Ζεὺς δυσμενέεσσι δῶκεν ἀεικίσσασθαι ἑῇ ἐν πατρίδι γαίῃ. ὡς τοῦ μὲν κεκόνιτο κάρη ἅπαν· ἡ δέ νυ μήτηρ τῖλε κόμην, ἀπὸ δὲ λιπαρὴν ἔρριψε καλύπτρην τηλόσε· κώκυσεν δὲ μάλα μέγα παῖδʼ ἐσιδοῦσα. ᾤμωξεν δʼ ἐλεεινὰ πατὴρ φίλος, ἀμφὶ δὲ λαοὶ κωκυτῷ τʼ εἴχοντο καὶ οἰμωγῇ κατὰ ἄστυ. τῷ δὲ μάλιστʼ ἂρ ἔην ἐναλίγκιον, ὡς εἰ ἅπασα Ἴλιος ὀφρυόεσσα πυρὶ σμύχοιτο κατʼ ἄκρης. οὕτως εὐγενὲς σῶμα καὶ δεινὰ πάθη λέγεσθαι προσῆκεν ὑπʼ ἀνδρῶν φρόνημα καὶ νοῦν ἐχόντων. ὡς δὲ ὁ Μάγνης εἴρηκεν, ὑπὸ γυναικῶν ἢ κατεαγότων ἀνθρώπων λέγοιτʼ ἂν καὶ οὐδὲ τούτων μετὰ σπουδῆς, ἀλλʼ ἐπὶ χλευασμῷ καὶ καταγέλωτι. τί οὖν αἴτιον ἦν ἐκείνων μὲν τῶν ποιημάτων τῆς εὐγενείας, τούτων δὲ τῶν φλυαρημάτων τῆς ταπεινότητος; ἡ τῶν ῥυθμῶν διαφορὰ πάντων μάλιστα, καὶ εἰ μὴ μόνη. ἐν ἐκείνοις μὲν γὰρ οὐδεὶς ἄσεμνος στίχος ἢ ἀδόκιμος, ἐνταῦθα δὲ οὐδεμία περίοδος ἥτις οὐ λυπήσει.
 
εἰρηκὼς δὴ καὶ περὶ τῶν ῥυθμῶν ὅσην δύναμιν ἔχουσιν, ἐπὶ τὰ λειπόμενα μεταβήσομαι.
 
ἦν δέ μοι τρίτον θεώρημα τῶν ποιούντων καλὴν ἁρμονίαν ἡ μεταβολή. λέγω δὲ οὐ τὴν ἐκ τῶν κρειττόνων ἐπὶ τὰ χείρω (πάνυ γὰρ εὔηθες) οὐδέ γε τὴν ἐκ τῶν χειρόνων ἐπὶ τὰ κρείττω, ἀλλὰ τὴν ἐν τοῖς ὁμοειδέσι ποικιλίαν. κόρον γὰρ ἔχει καὶ τὰ καλὰ πάντα, ὥσπερ καὶ τὰ ἡδέα, ὄντα ἐν τῇ ταυτότητι· ποικιλλόμενα δὲ ταῖς μεταβολαῖς ἀεὶ καινὰ μένει. τοῖς μὲν οὖν τὰ μέτρα καὶ τὰ μέλη γράφουσιν οὐχ ἅπαντα ἔξεστι μεταβάλλειν ἢ οὐχ ἅπασιν οὐδʼ ἐφʼ ὅσον βούλονται. αὐτίκα τοῖς μὲν ἐποποιοῖς μέτρον οὐκ ἔξεστι μεταβάλλειν, ἀλλʼ ἀνάγκη πάντας εἶναι τοὺς στίχους ἑξαμέτρους· οὐδέ γε ῥυθμόν, ἀλλὰ τοῖς ἀπὸ μακρᾶς ἀρχομένοις συλλαβῆς χρήσονται καὶ οὐδὲ τούτοις ἅπασι. τοῖς δὲ τὰ μέλη γράφουσιν τὸ μὲν τῶν στροφῶν τε καὶ ἀντιστρόφων οὐχ οἷόν τε ἀλλάξαι μέλος, ἀλλʼ ἐάν τʼ ἐναρμονίους ἐάν τε χρωματικὰς ἐάν τε διατόνους ὑποθῶνται μελῳδίας, ἐν πάσαις δεῖ ταῖς στροφαῖς καὶ ἀντιστρόφοις τὰς αὐτὰς ἀγωγὰς φυλάττειν· οὐδέ γε τοὺς περιέχοντας ὅλας τὰς στροφὰς ῥυθμοὺς καὶ τὰς ἀντιστρόφους, ἀλλὰ δεῖ καὶ τούτους τοὺς αὐτοὺς διαμένειν· περὶ δὲ τὰς καλουμένας ἐπῳδοὺς ἀμφότερα κινεῖν ταῦτα ἔξεστι τό τε μέλος καὶ τὸν ῥυθμόν. τὰ δὲ κῶλα ἐξ ὧν συνέστηκε περίοδος ἐπὶ πολλῆς ἐξουσίας δέδοται αὐτοῖς ποικίλως διαιρεῖν ἄλλοτε ἄλλα μεγέθη καὶ σχήματα αὐτοῖς περιτιθέντας, ἕως ἂν ἀπαρτίσωσι τὴν στροφήν· ἔπειτα πάλιν δεῖ τὰ αὐτὰ μέτρα καὶ κῶλα ποιεῖν. οἱ μὲν οὖν ἀρχαῖοι μελοποιοί, λέγω δὲ Ἀλκαῖόν τε καὶ Σαπφώ, μικρὰς ἐποιοῦντο στροφάς, ὥστʼ ἐν ὀλίγοις τοῖς κώλοις οὐ πολλὰς εἰσῆγον μεταβολάς, ἐπῳδοῖς τε πάνυ ἐχρῶντο ὀλίγοις· οἱ δὲ περὶ Στησίχορόν τε καὶ Πίνδαρον μείζους ἐργασάμενοι τὰς περιόδους εἰς πολλὰ μέτρα καὶ κῶλα διένειμαν αὐτὰς οὐκ ἄλλου τινὸς ἢ τῆς μεταβολῆς ἔρωτι. οἱ δέ γε διθυραμβοποιοὶ καὶ τοὺς τρόπους μετέβαλλον Δωρίους τε καὶ Φρυγίους καὶ Λυδίους ἐν τῷ αὐτῷ ᾄσματι ποιοῦντες, καὶ τὰς μελῳδίας ἐξήλλαττον τότε μὲν ἐναρμονίους ποιοῦντες, τότε δὲ χρωματικάς, τότε δὲ διατόνους, καὶ τοῖς ῥυθμοῖς κατὰ πολλὴν ἄδειαν ἐνεξουσιάζοντες διετέλουν, οἵ γε δὴ κατὰ Φιλόξενον καὶ Τιμόθεον καὶ Τελεστήν, ἐπεὶ παρά γε τοῖς ἀρχαίοις τεταγμένος ἦν καὶ ὁ διθύραμβος.
 
ἡ δὲ πεζὴ λέξις ἅπασαν ἐλευθερίαν ἔχει καὶ ἄδειαν ποικίλλειν ταῖς μεταβολαῖς τὴν σύνθεσιν, ὅπως βούλεται. καὶ ἔστι λέξις κρατίστη πασῶν, ἥτις ἂν ἔχῃ πλείστας ἀναπαύλας τε καὶ μεταβολὰς ἐναρμονίους, ὅταν τουτὶ μὲν ἐν περιόδῳ λέγηται, τουτὶ δʼ ἔξω περιόδου καὶ ἥδε μὲν ἡ περίοδος ἐκ πλειόνων πλέκηται κώλων, ἥδε δʼ ἐξ ἐλαττόνων, αὐτῶν δὲ τῶν κώλων τὸ μὲν βραχύτερον ᾖ, τὸ δὲ μακρότερον καὶ τὸ μὲν αὐτουργότερον τὸ δὲ βραδύτερον, τὸ δὲ ἀκριβέστερον, ῥυθμοί τε ἄλλοτε ἄλλοι καὶ σχήματα παντοῖα καὶ τάσεις φωνῆς αἱ καλούμεναι προσῳδίαι διάφοροι κλέπτουσαι τῇ ποικιλίᾳ τὸν κόρον. ἔχει δέ τινα χάριν ἐν τοῖς τοιούτοις καὶ τὸ οὕτω συγκείμενον ὥστε μὴ συγκεῖσθαι δοκεῖν. καὶ οὐ πολλῶν δεῖν οἶμαι λόγων εἰς τουτὶ τὸ μέρος· ὅτι γὰρ ἥδιστόν τε καὶ κάλλιστον ἐν λόγοις μεταβολή, πάντας εἰδέναι πείθομαι. παράδειγμα δὲ αὐτῆς ποιοῦμαι πᾶσαν μὲν τὴν Ἡροδότου λέξιν, πᾶσαν δὲ τὴν Πλάτωνος, πᾶσαν δὲ τὴν Δημοσθένους· ἀμήχανον γὰρ εὑρεῖν τούτων ἑτέρους ἐπεισοδίοις τε πλείοσι καὶ ποικιλίαις εὐκαιροτέραις καὶ σχήμασι πολυειδεστέροις χρησαμένους· λέγω δὲ τὸν μὲν ὡς ἐν ἱστορίας σχήματι, τὸν δʼ ὡς ἐν διαλόγων χάριτι, τὸν δʼ ὡς ἐν λόγων ἐναγωνίων χρεία. ἀλλʼ οὐχ ἥ γε Ἰσοκράτους καὶ τῶν ἐκείνου γνωρίμων αἵρεσις ὁμοία ταύταις ἦν, ἀλλὰ καίπερ ἡδέως καὶ μεγαλοπρεπῶς πολλὰ συνθέντες οἱ ἄνδρες οὗτοι περὶ τὰς μεταβολὰς καὶ τὴν ποικιλίαν οὐ πάνυ εὐτυχοῦσιν· ἀλλʼ ἔστι παρʼ αὐτοῖς εἷς περιόδου κύκλος τις, ὁμοειδὴς σχημάτων τάξις, φυλακὴ συμπλοκῆς φωνηέντων ἡ αὐτή, ἄλλα πολλὰ τοιαῦτα κόπτοντα τὴν ἀκρόασιν. οὐ δὴ ἀποδέχομαι τὴν αἵρεσιν ἐκείνην κατὰ τοῦτο τὸ μέρος. καὶ αὐτῷ μὲν ἴσως τῷ Ἰσοκράτει πολλαὶ χάριτες ἐπήνθουν ἄλλαι ταύτην ἐπικρύπτουσαι τὴν ἀμορφίαν, παρὰ δὲ τοῖς μετʼ ἐκεῖνον ἀπʼ ἐλαττόνων τῶν ἄλλων κατορθωμάτων περιφανέστερον γίνεται τοῦτο τὸ ἁμάρτημα.
 
ἔτι τις καταλείπεταί μοι λόγος ὁ περὶ τοῦ πρέποντος. καὶ γὰρ τοῖς ἄλλοις χρήμασιν ἅπασι παρεῖναι δεῖ τὸ πρέπον, καὶ εἴ τι ἄλλο ἔργον ἀτυχεῖ τούτου τοῦ μέρους, καὶ εἰ μὴ τοῦ παντός, τοῦ κρατίστου γε ἀτυχεῖ. περὶ μὲν οὖν ὅλης τῆς ἰδέας ταύτης οὐχ οὗτος ὁ καιρὸς ἀνασκοπεῖν· βαθεῖα γάρ τις αὐτοῦ καὶ πολλῶν δεομένη λόγων ἡ θεωρία. ὅσα δὲ εἰς τοῦτο συντείνει τὸ μέρος ὑπὲρ οὗ τυγχάνω ποιούμενος τὸν λόγον, εἰ μὴ καὶ πάντα μηδὲ τὰ πλεῖστα, ὅσα γε οὖν ἐγχωρεῖ, λεγέσθω.
 
ὁμολογουμένου δὴ παρὰ πᾶσιν ὅτι πρέπον ἐστὶ τὸ τοῖς ὑποκειμένοις ἁρμόττον προσώποις τε καὶ πράγμασιν, ὥσπερ ἐκλογὴ τῶν ὀνομάτων εἴη τις ἂν ἣ μὲν πρέπουσα τοῖς ὑποκειμένοις ἣ δὲ ἀπρεπής, οὕτω δή που καὶ σύνθεσις. παράδειγμα δὲ τούτου χρὴ λαμβάνειν τὴν ἀλήθειαν. ὃ δὲ λέγω, τοιοῦτόν ἐστιν· οὐχ ὁμοίᾳ συνθέσει χρώμεθα ὀργιζόμενοι καὶ χαίροντες, οὐδὲ ὀλοφυρόμενοι καὶ φοβούμενοι, οὐδʼ ἐν ἄλλῳ τινὶ πάθει ἢ κακῷ ὄντες, ὥσπερ ὅταν ἐνθυμώμεθα μηδὲν ὅλως ἡμᾶς ταράττειν μηδὲ παραλυπεῖν. δείγματος ἕνεκα ταῦτʼ εἴρηκα ὀλίγα περὶ πολλῶν. μυρία ἄλλα ἐστὶν ὅσα τις ἂν εἰπεῖν ἔχοι τὰς ἰδέας ἁπάσας ἐκλογίζεσθαι βουλόμενος τοῦ πρέποντος· ἓν δὲ ὃ προχειρότατον ἔχω καὶ κοινότατον εἰπεῖν ὑπὲρ αὐτοῦ, τοῦτʼ ἐρῶ. οἱ αὐτοὶ ἄνθρωποι ἐν τῇ αὐτῇ καταστάσει τῆς ψυχῆς ὄντες ὅταν ἀπαγγέλλωσι πράγματα οἷς ἂν παραγενόμενοι τύχωσιν, οὐχ ὁμοίᾳ χρῶνται συνθέσει περὶ πάντων ἀλλὰ μιμητικοὶ γίνονται τῶν ἀπαγγελλομένων καὶ ἐν τῷ συντιθέναι τὰ ὀνόματα, οὐδὲν ἐπιτηδεύοντες ἀλλὰ φυσικῶς ἐπὶ τοῦτο ἀγόμενοι. ταῦτα δὴ παρατηροῦντα δεῖ τὸν ἀγαθὸν ποιητὴν καὶ ῥήτορα μιμητικὸν εἶναι τῶν πραγμάτων ὑπὲρ ὧν ἂν τοὺς λόγους ἐκφέρῃ, μὴ μόνον κατὰ τὴν ἐκλογὴν τῶν ὀνομάτων ἀλλὰ καὶ κατὰ τὴν σύνθεσιν. ὃ ποιεῖν εἴωθεν ὁ δαιμονιώτατος Ὅμηρος καίπερ μέτρον ἔχων ἓν ὡς καὶ ῥυθμοὺς ὀλίγους, ἀλλʼ ὅμως ἀεί τι καινουργῶν ἐν αὐτοῖς καὶ φιλοτεχνῶν, ὥστε μηδὲν ἡμῖν διαφέρειν γινόμενα τὰ πράγματα ἢ λεγόμενα ὁρᾶν. ἐρῶ δὲ ὀλίγα, οἷς ἄν τις δύναιτο παραδείγμασι χρῆσθαι πολλῶν. ἀπαγγέλλων δὴ πρὸς τοὺς Φαίακας Ὀδυσσεὺς τὴν ἑαυτοῦ πλάνην καὶ τὴν εἰς ᾅδου κατάβασιν εἰπὼν τὰς ὄψεις τῶν ἐκεῖ κακῶν ἀποδίδωσιν. ἐν δὴ τούτοις καὶ τὰ περὶ τὸν Σίσυφον διηγεῖται πάθη, ᾧ φασι τοὺς καταχθονίους θεοὺς ὅρον πεποιῆσθαι τῆς τῶν δεινῶν ἀπαλλαγῆς, ὅταν ὑπὲρ ὄχθου τινὸς ἀνακυλίσῃ πέτρον· τοῦτο δὲ ἀμήχανον εἶναι καταπίπτοντος ὅταν εἰς ἄκρον ἔλθῃ πάλιν τοῦ πέτρου. πῶς οὖν δηλώσει ταῦτα μιμητικῶς κατʼ αὐτὴν τὴν σύνθεσιν τῶν ὀνομάτων, ἄξιον ἰδεῖν· καὶ μὴν Σίσυφον εἰσεῖδον κρατέρʼ ἄλγεʼ ἔχοντα, λᾶαν βαστάζοντα πελώριον ἀμφοτέρῃσιν· ἤτοι ὃ μὲν σκηριπτόμενος χερσίν τε ποσίν τε λᾶαν ἄνω ὤθεσκε ποτὶ λόφον· ἐνταῦθα ἡ σύνθεσίς ἐστιν ἡ δηλοῦσα τῶν γινομένων ἕκαστον, τὸ βάρος τοῦ πέτρου, τὴν ἐπίπονον ἐκ τῆς γῆς κίνησιν, τὸν διερειδόμενον τοῖς κώλοις, τὸν ἀναβαίνοντα πρὸς τὸν ὄχθον, τὴν μόλις ἀνωθουμένην πέτραν· οὐδεὶς ἂν ἄλλως εἴποι. καὶ παρὰ τί γέγονε τούτων ἕκαστον; οὐ μὰ Δίʼ εἰκῇ γε οὐδʼ ἀπὸ ταὐτομάτου. πρῶτον μὲν ἐν τοῖς δυσὶ στίχοις οἷς ἀνακυλίει τὴν πέτραν, ἔξω δυεῖν ῥημάτων τὰ λοιπὰ τῆς λέξεως μόρια πάντʼ ἐστὶν ἤτοι δισύλλαβα ἢ μονοσύλλαβα· ἔπειτα τῷ ἡμίσει πλείους εἰσὶν αἱ μακραὶ συλλαβαὶ τῶν βραχειῶν ἐν ἑκατέρῳ τῶν στίχων· ἔπειτα πᾶσαι διαβεβήκασιν αἱ τῶν ὀνομάτων ἁρμονίαι διαβάσεις εὐμεγέθεις καὶ διεστήκασι πάνυ αἰσθητῶς, ἢ τῶν φωνηέντων γραμμάτων συγκρουομένων ἢ τῶν ἡμιφώνων τε καὶ ἀφώνων συναπτομένων· ῥυθμοῖς τε δακτύλοις καὶ σπονδείοις τοῖς μηκίστοις καὶ πλείστην ἔχουσι διάβασιν ἅπαντα σύγκειται. τί δή ποτʼ οὖν τούτων ἕκαστον δύναται; αἱ μὲν μονοσύλλαβοί τε καὶ δισύλλαβοι λέξεις πολλοὺς τοὺς μεταξὺ χρόνους ἀλλήλων ἀπολείπουσαι τὸ χρόνιον ἐμιμήσαντο τοῦ ἔργου· αἱ δὲ μακραὶ συλλαβαὶ στηριγμούς τινας ἔχουσαι καὶ ἐγκαθίσματα τὴν ἀντιτυπίαν καὶ τὸ βαρὺ καὶ τὸ μόλις· τὸ δὲ μεταξὺ τῶν ὀνομάτων ψύγμα καὶ ἡ τῶν τραχυνόντων γραμμάτων παράθεσις τὰ διαλείμματα τῆς ἐνεργείας καὶ τὰς ἐποχὰς καὶ τὸ τοῦ μόχθου μέγεθος· οἱ ῥυθμοὶ δʼ ἐν μήκει θεωρούμενοι τὴν ἔκτασιν τῶν μελῶν καὶ τὸν διελκυσμὸν τοῦ κυλίοντος καὶ τὴν τοῦ πέτρου ἔρεισιν. καὶ ὅτι ταῦτα οὐ φύσεώς ἐστιν αὐτοματιζούσης ἔργα ἀλλὰ τέχνης μιμήσασθαι πειρωμένης τὰ γινόμενα, τὰ τούτοις ἑξῆς λεγόμενα δηλοῖ. τὴν γὰρ ἀπὸ τῆς κορυφῆς ἐπιστρέφουσαν πάλιν καὶ κατακυλιομένην πέτραν οὐ τὸν αὐτὸν ἡρμήνευκε τρόπον, ἀλλʼ ἐπιταχύνας τε καὶ συστρέψας τὴν σύνθεσιν· προειπὼν γὰρ ἐν τῷ αὐτῷ σχήματι ἀλλʼ ὅτε μέλλοι ἄκρον ὑπερβαλέειν ἐπιτίθησι τοῦτο τότʼ ἐπιστρέψασκε κραταιίς· αὖτις ἔπειτα πέδονδε κυλίνδετο λᾶας ἀναιδής. οὐχὶ συγκυλίεται τῷ βάρει τῆς πέτρας ἡ τῶν ὀνομάτων σύνθεσις, μᾶλλον δὲ ἔφθακε τὴν τοῦ λίθου φορὰν τὸ τῆς ἀπαγγελίας τάχος; ἔμοιγε δοκεῖ. καὶ τίς ἐνταῦθα πάλιν αἰτία; καὶ γὰρ ταῦτʼ ἦν ἄξιον ἰδεῖν· ὁ τὴν καταφορὰν δηλῶν τοῦ πέτρου στίχος μονοσύλλαβον μὲν οὐδεμίαν, δισυλλάβους δὲ δύο μόνας ἔχει λέξεις. τοῦτʼ οὖν καὶ πρῶτον οὐ διἵστησι τοὺς χρόνους ἀλλʼ ἐπιταχύνει· ἔπειθʼ ἑπτακαίδεκα συλλαβῶν οὐσῶν ἐν τῷ στίχῳ δέκα μέν εἰσι βραχεῖαι συλλαβαί, ἑπτὰ δὲ μακραὶ οὐδʼ αὗται τέλειοι· ἀνάγκη δὴ κατασπᾶσθαι καὶ συστέλλεσθαι τὴν φράσιν τῇ βραχύτητι τῶν συλλαβῶν ἐφελκομένην. ἔτι πρὸς τούτοις οὐδʼ ὄνομα ἀπὸ ὀνόματος ἀξιόλογον εἴληφεν διάστασιν· οὔτε γὰρ φωνήεντι φωνῆεν οὔτε ἡμιφώνῳ ἡμίφωνον ἢ ἄφωνον, ἃ δὴ τραχύνειν πέφυκεν καὶ διἱστάναι τὰς ἁρμονίας, οὐδέν ἐστι παρακείμενον. οὐ δὴ γίνεται διάστασις αἰσθητὴ μὴ διηρτημένων τῶν λέξεων, ἀλλὰ συνολισθαίνουσιν ἀλλήλαις καὶ συγκαταφέρονται καὶ τρόπον τινὰ μία ἐξ ἁπασῶν γίνεται διὰ τὴν τῶν ἁρμονιῶν ἀκρίβειαν. ὃ δὲ μάλιστα τῶν ἄλλων θαυμάζειν ἄξιον, ῥυθμὸς οὐδεὶς τῶν μακρῶν οἳ φύσιν ἔχουσιν πίπτειν εἰς μέτρον ἡρωικόν, οὔτε σπονδεῖος οὔτε βακχεῖος ἐγκαταμέμικται τῷ στίχῳ, πλὴν ἐπὶ τῆς τελευτῆς· οἱ δʼ ἄλλοι πάντες εἰσὶ δάκτυλοι, καὶ οὗτοι παραμεμιγμένας ἔχοντες τὰς ἀλόγους, ὥστε μὴ πολὺ διαφέρειν ἐνίους τῶν τροχαίων. οὐδὲν δὴ τὸ ἀντιπρᾶττον ἐστὶν εὔτροχον καὶ περιφερῆ καὶ καταρρέουσαν εἶναι τὴν φράσιν ἐκ τοιούτων συγκεκροτημένην ῥυθμῶν.
 
πολλά τις ἂν ἔχοι τοιαῦτα δεῖξαι παρʼ Ὁμήρῳ λεγόμενα· ἐμοὶ δὲ ἀποχρῆν δοκεῖ καὶ ταῦτα, ἵνʼ ἐγγένηταί μοι καὶ περὶ τῶν ἄλλων εἰπεῖν. ὧν μὲν οὖν δεῖ στοχάζεσθαι τοὺς μέλλοντας ἡδεῖαν καὶ καλὴν ποιήσειν σύνθεσιν ἔν τε ποιητικῇ καὶ λόγοις ἀμέτροις, ταῦτα κατʼ ἐμὴν δόξαν ἐστὶ τὰ γοῦν κυριώτατα καὶ κράτιστα. ὅσα δὲ οὐχ οἷά τε ἦν, ἐλάττω τε ὄντα τούτων καὶ ἀμυδρότερα καὶ διὰ πλῆθος δυσπερίληπτα μιᾷ γραφῇ, ταῦτʼ ἐν ταῖς καθʼ ἡμέραν γυμνασίαις προσυποθήσομαι καὶ πολλῶν καὶ ἀγαθῶν ποιητῶν τε καὶ συγγραφέων καὶ ῥητόρων μαρτυρίοις χρήσομαι. νυνὶ δὲ τὰ καταλειπόμενα ὧν ὑπεσχόμην καὶ οὐδενὸς ἧττον ἀναγκαῖα εἰρῆσθαι, ταῦτʼ ἔτι προσθεὶς τῷ λόγῳ παύσομαι τίνες εἰσὶ διαφοραὶ τῆς συνθέσεως καὶ τίς ἑκάστης χαρακτὴρ ὡς ἐπὶ τὸ πολύ, τῶν τε πρωτευσάντων ἐν αὐταῖς μνησθῆναι καὶ δείγματα ἑκάστου παρασχεῖν, ὅταν δὲ ταῦτα λάβῃ μοι τέλος, τότε κἀκεῖνα διευκρινῆσαι τὰ παρὰ τοῖς πολλοῖς ἀπορούμενα, τί ποτʼ ἐστὶν ὃ ποιεῖ τὴν μὲν πεζὴν λέξιν ὁμοίαν ποιήματι φαίνεσθαι μένουσαν ἐν τῷ τοῦ λόγου σχήματι, τὴν δὲ ποιητικὴν φράσιν ἐμφερῆ τῷ πεζῷ λόγῳ φυλάττουσαν τὴν ποιητικὴν σεμνότητα· σχεδὸν γὰρ οἱ κράτιστα διαλεχθέντες ἢ ποιήσαντες ταῦτʼ ἔχουσιν ἐν τῇ λέξει τἀγαθά. πειρατέον δὴ καὶ περὶ τούτων, ἃ φρονῶ, λέγειν. ἄρξομαι δʼ ἀπὸ τοῦ πρώτου.
 
ἐγὼ τῆς συνθέσεως εἰδικὰς μὲν διαφορὰς πολλὰς σφόδρα εἶναι τίθεμαι καὶ οὔτʼ εἰς σύνοψιν ἐλθεῖν δυναμένας οὔτʼ εἰς λογισμὸν ἀκριβῆ, οἴομαί τε ἴδιον ἡμῶν ἑκάστῳ χαρακτῆρα ὥσπερ ὄψεως, οὕτω καὶ συνθέσεως ὀνομάτων παρακολουθεῖν, οὐ φαύλῳ παραδείγματι χρώμενος ζῳγραφίᾳ· ὥσπερ γὰρ ἐν ἐκείνῃ τὰ αὐτὰ φάρμακα λαμβάνοντες ἅπαντες οἱ τὰ ζῷα γράφοντες οὐδὲν ἐοικότα ποιοῦσιν ἀλλήλοις τὰ μίγματα, τὸν αὐτὸν τρόπον ἐν ποιητικῇ τε διαλέκτῳ καὶ τῇ ἄλλῃ πάσῃ τοῖς αὐτοῖς ὀνόμασι χρώμενοι πάντες οὐχ ὁμοίως αὐτὰ συντίθεμεν. τὰς μέντοι γενικὰς αὐτῆς διαφορὰς ταύτας εἶναι πείθομαι μόνας τὰς τρεῖς, αἷς ὁ βουλόμενος ὀνόματα θήσεται τὰ οἰκεῖα, ἐπειδὰν τούς τε χαρακτῆρας αὐτῶν καὶ τὰς διαφορὰς ἀκούσῃ. ἐγὼ μέντοι κυρίοις ὀνόμασιν οὐκ ἔχων αὐτὰς προσαγορεῦσαι ὡς ἀκατονομάστους μεταφορικοῖς ὀνόμασι καλῶ τὴν μὲν αὐστηράν, τὴν δὲ γλαφυράν ἢ ἀνθηράν, τὴν δὲ τρίτην εὔκρατον· ἣν ὅπως ποτὲ γίνεσθαι φαίην ἄν, ἔγωγε ἀπορῶ καὶ δίχα μοι νόος ἀτρέκειαν εἰπεῖν , εἴτε κατὰ στέρησιν τῶν ἄκρων ἑκατέρας εἴτε κατὰ μῖξιν· οὐ γὰρ ῥᾴδιον εἰκάσαι τὸ σαφές. μή ποτʼ οὖν κρεῖττον ᾖ λέγειν, ὅτι κατὰ ἄνεσίν τε καὶ ἐπίτασιν τῶν ἐσχάτων ὅρων οἱ διὰ μέσου γίνονται πολλοὶ πάνυ ὄντες· οὐ γὰρ ὥσπερ ἐν μουσικῇ τὸ ἴσον ἀπέχει τῆς νήτης καὶ τῆς ὑπάτης ἡ μέση, τὸν αὐτὸν τρόπον καὶ ἐν λόγοις ὁ μέσος χαρακτὴρ ἑκατέρου τῶν ἄκρων ἴσον ἀφέστηκεν, ἀλλʼ ἔστι τῶν ἐν πλάτει θεωρουμένων ὡς ἀγέλη τε καὶ σωρὸς καὶ ἄλλα πολλά. ἀλλὰ γὰρ οὐχ οὗτος ὁ καιρὸς ἁρμόττων τῇ θεωρίᾳ ταύτῃ· λεκτέον δʼ, ὥσπερ ὑπεθέμην, καὶ περὶ τῶν χαρακτήρων οὐχ ἅπανθʼ ὅσʼ ἂν εἰπεῖν ἔχοιμι ʽμακρῶν γὰρ ἄν μοι πάνυ δεήσειε λόγων̓, ἀλλʼ αὐτὰ τὰ φανερώτατα.
 
τῆς μὲν οὖν αὐστηρᾶς ἁρμονίας τοιόσδε ὁ χαρακτήρ· ἐρείδεσθαι βούλεται τὰ ὀνόματα ἀσφαλῶς καὶ στάσεις λαμβάνειν ἰσχυράς, ὥστʼ ἐκ περιφανείας ἕκαστον ὄνομα ὁρᾶσθαι, ἀπέχειν τε ἀπʼ ἀλλήλων τὰ μόρια διαστάσεις ἀξιολόγους αἰσθητοῖς χρόνοις διειργόμενα· τραχείαις τε χρῆσθαι πολλαχῇ καὶ ἀντιτύποις ταῖς συμβολαῖς οὐδὲν αὐτῇ διαφέρει, οἷαι γίνονται τῶν λογάδην συντιθεμένων ἐν οἰκοδομίαις λίθων αἱ μὴ εὐγώνιοι καὶ μὴ συνεξεσμέναι βάσεις, ἀργαὶ δέ τινες καὶ αὐτοσχέδιοι· μεγάλοις τε καὶ διαβεβηκόσιν εἰς πλάτος ὀνόμασιν ὡς τὰ πολλὰ μηκύνεσθαι φιλεῖ· τὸ γὰρ εἰς βραχείας συλλαβὰς συνάγεσθαι πολέμιον αὐτῇ, πλὴν εἴ ποτε ἀνάγκη βιάζοιτο.
 
ἐν μὲν δὴ τοῖς ὀνόμασι ταῦτα πειρᾶται διώκειν καὶ τούτων γλίχεται· ἐν δὲ τοῖς κώλοις ταῦτά τε ὁμοίως ἐπιτηδεύει καὶ τοὺς ῥυθμοὺς τοὺς ἀξιωματικοὺς καὶ μεγαλοπρεπεῖς, καὶ οὔτε πάρισα βούλεται τὰ κῶλα ἀλλήλοις εἶναι οὔτε παρόμοια οὔτε ἀνάγκῃ δουλεύοντα, ἀκόλουθα δὲ καὶ εὐγενῆ καὶ λαμπρὰ καὶ ἐλεύθερα, φύσει τʼ ἐοικέναι μᾶλλον αὐτὰ βούλεται ἢ τέχνῃ, καὶ κατὰ πάθος λέγεσθαι μᾶλλον ἢ κατʼ ἦθος. περιόδους δὲ συντιθέναι συναπαρτιζούσας ἑαυταῖς τὸν νοῦν τὰ πολλὰ μὲν οὐδὲ βούλεται· εἰ δέ ποτʼ αὐτομάτως ἐπὶ τοῦτο κατενεχθείη, τὸ ἀνεπιτήδευτον ἐμφαίνειν θέλει καὶ ἀφελές, οὔτε προσθήκαις τισὶν ὀνομάτων, ἵνα ὁ κύκλος ἐκπληρωθῇ, μηδὲν ὠφελούσαις τὸν νοῦν χρωμένη οὔτε ὅπως αἱ βάσεις αὐτῶν γένοιντο θεατρικαί τινες ἢ γλαφυραί, σπουδὴν ἔχουσα οὐδʼ ἵνα τῷ πνεύματι τοῦ λέγοντος ὦσιν αὐτάρκεις συμμετρουμένη μάλα, οὐδʼ ἄλλην τινὰ πραγματείαν τοιαύτην ἔχουσα ἐπιτήδευσιν οὐδεμίαν. ἔτι τῆς τοιαύτης ἐστὶν ἁρμονίας καὶ ταῦτα ἴδια· ἀντίρροπός ἐστι περὶ τὰς πτώσεις, ποικίλη περὶ τοὺς σχηματισμούς, ὀλιγοσύνδεσμος, ἄναρθρος, ἐν πολλοῖς ὑπεροπτικὴ τῆς ἀκολουθίας, ἥκιστʼ ἀνθηρά, μεγαλόφρων, αὐθέκαστος, ἀκόμψευτος, τὸν ἀρχαϊσμὸν καὶ τὸν πίνον ἔχουσα κάλλος.
 
ταύτης τῆς ἁρμονίας πολλοὶ μὲν ἐγένοντο ζηλωταὶ κατά τε ποίησιν καὶ ἱστορίαν καὶ λόγους πολιτικούς, διαφέροντες δὲ τῶν ἄλλων ἐν μὲν ἐπικῇ ποιήσει ὅ τε Κολοφώνιος Ἀντίμαχος καὶ Ἐμπεδοκλῆς ὁ φυσικός, ἐν δὲ μελοποιίᾳ Πίνδαρος, ἐν τραγῳδίᾳ δʼ Αἰσχύλος, ἐν ἱστορίᾳ δὲ Θουκυδίδης, ἐν δὲ πολιτικοῖς λόγοις Ἀντιφῶν. ἐνταῦθα ἡ μὲν ὑπόθεσις ἀπῄτει πολλὰ παρασχέσθαι τῶν εἰρημένων ἑκάστου παραδείγματα, καὶ ἴσως οὐκ ἀηδὴς ἂν ὁ λόγος ἐγένετο πολλοῖς ὥσπερ ἄνθεσι διαποικιλλόμενος τοῖς ἐαρινοῖς· ἀλλʼ ὑπέρμετρον ἔμελλε φανήσεσθαι τὸ σύνταγμα καὶ σχολικὸν μᾶλλον ἢ παραγγελματικόν· οὐ μὲν δὴ οὐδʼ ἀνεξέλεγκτα παραλιπεῖν τὰ ῥηθέντα ἥρμοττεν, ὡς δὴ φανερὰ καὶ οὐ δεόμενα μαρτυρίας· ἔδει δέ πως τὸ μέτριον ἀμφοῖν λαβεῖν καὶ μήτε πλεονάσαι τοῦ καιροῦ μήτʼ ἐλλιπεῖν τῆς πίστεως. τοῦτο δὴ πειράσομαι ποιῆσαι δείγματα λαβὼν ὀλίγα παρὰ τῶν ἐπιφανεστάτων ἀνδρῶν. ποιητῶν μὲν οὖν Πίνδαρος ἀρκέσει παραληφθείς, συγγραφέων δὲ Θουκυδίδης· κράτιστοι γὰρ οὗτοι ποιηταὶ τῆς αὐστηρᾶς ἁρμονίας. ἀρχέτω δὲ Πίνδαρος, καὶ τούτου διθύραμβός τις οὗ ἐστιν ἀρχή· δεῦτʼ ἐν χορὸν Ὀλύμπιοι ἐπί τε κλυτὰν πέμπετε χάριν θεοί, πολύβατον οἵ τʼ ἄστεος ὀμφαλὸν θυόεντα ἐν ταῖς ἱεραῖς Ἀθάναις οἰχνεῖτε πανδαίδαλόν τʼ εὐκλέʼ ἀγοράν, ἰοδέτων λαχεῖν στεφάνων τᾶν τʼ ἐαριδρόπων ἀοιδᾶν· Διόθεν τέ με σὺν ἀγλαΐᾳ ἴδετε πορευθέντʼ ἀοιδᾶν δεύτερον ἐπὶ τὸν κισσοδόταν θεόν, τὸν Βρόμιον ἐριβόαν τε βροτοὶ καλέομεν, γόνον ὑπάτων νίν τε πατέρων μέλπομεν γυναικῶν τε Καδμεϊᾶν ἔμολον. ἐναργέα τελέων σάματʼ οὐ λανθάνει, φοινικοεάνων ὁπότʼ οἰχθέντος Ὡρᾶν θαλάμου εὔοδμον ἐπάγῃσιν ἔαρ φυτὰ νεκτάρεα· τότε βάλλεται, τότʼ ἐπʼ ἄμβροτον χέρσον ἐραταὶ ἴων φόβαι ῥόδα τε κόμαισι μίγνυνται ἀχεῖ τʼ ὀμφαὶ μελέων σὺν αὐλοῖς ἀχεῖ τε Σεμέλαν ἑλικάμπυκα χοροί. ταῦθʼ ὅτι μέν ἐστιν ἰσχυρὰ καὶ στιβαρὰ καὶ ἀξιωματικὰ καὶ πολὺ τὸ αὐστηρὸν ἔχει τραχύνει τε ἀλύπως καὶ πικραίνει μετρίως τὰς ἀκοὰς ἀναβέβληταί τε τοῖς χρόνοις καὶ διαβέβηκεν ἐπὶ πολὺ ταῖς ἁρμονίαις καὶ οὐ τὸ θεατρικὸν δὴ τοῦτο καὶ γλαφυρὸν ἐπιδείκνυται κάλλος ἀλλὰ τὸ ἀρχαϊκὸν ἐκεῖνο καὶ αὐστηρόν, ἅπαντες ἂν εὖ οἶδʼ ὅτι μαρτυρήσειαν οἱ μετρίαν ἔχοντες αἴσθησιν περὶ λόγους. τίνι δὲ κατασκευασθέντα ἐπιτηδεύσει τοιαῦτα γέγονεν ʽοὐ γὰρ ἄνευ γε τέχνης καὶ λόγου τινός, αὐτοματισμῷ δὲ καὶ τύχῃ χρησάμενα τοῦτον εἴληφε τὸν χαρακτῆρἀ, ἐγὼ πειράσομαι δεικνύναι.
 
τὸ πρῶτον αὐτῷ κῶλον ἐκ τεττάρων σύγκειται λέξεως μορίων, ῥήματος καὶ συνδέσμου καὶ δυεῖν προσηγορικῶν· τὸ μὲν οὖν ῥῆμα καὶ ὁ σύνδεσμος συναλοιφῇ κερασθέντα οὐκ ἀηδῆ πεποίηκε τὴν ἁρμονίαν· τὸ δὲ προσηγορικὸν τῷ συνδέσμῳ συντιθέμενον ἀποτετράχυκεν ἀξιολόγως τὴν ἁρμογήν· τὸ γὰρ ἐν χορὸν καὶ ἀντίτυπον καὶ οὐκ εὐεπές, τοῦ μὲν συνδέσμου λήγοντος εἰς ἡμίφωνον στοιχεῖον τὸ ν, τοῦ δὲ προσηγορικοῦ τὴν ἀρχὴν λαμβάνοντος ἀφʼ ἑνὸς τῶν ἀφώνων τοῦ χ· ἀσύμμικτα δὲ τῇ φύσει ταῦτα τὰ στοιχεῖα καὶ ἀκόλλητα· οὐ γὰρ πέφυκε κατὰ μίαν συλλαβὴν τοῦ χ προτάττεσθαι τὸ ν, ὥστε οὐδὲ συλλαβῶν ὅρια γινόμενα συνάπτει τὸν ἦχον, ἀλλʼ ἀνάγκη σιωπήν τινα γενέσθαι μέσην ἀμφοῖν τὴν διορίζουσαν ἑκατέρου τῶν γραμμάτων τὰς δυνάμεις. τὸ μὲν δὴ πρῶτον κῶλον οὕτω τραχύνεται τῇ συνθέσει. κῶλα δέ με δέξαι λέγειν οὐχ οἷς Ἀριστοφάνης ἢ τῶν ἄλλων τις μετρικῶν διεκόσμησε τὰς ᾠδάς, ἀλλʼ οἷς ἡ φύσις ἀξιοῖ διαιρεῖν τὸν λόγον καὶ ῥητόρων παῖδες τὰς περιόδους διαιροῦσι.
 
τὸ δέ γε τούτῳ παρακείμενον κῶλον τὸ ἐπί τε κλυτὰν πέμπετε χάριν θεοί διαβέβηκεν ἀπὸ τοῦ προτέρου διάβασιν ἀξιόλογον καὶ περιείληφεν ἐν αὑτῷ πολλὰς ἁρμονίας ἀντιτύπους. ἄρχει μὲν γὰρ αὐτοῦ στοιχεῖον ἓν τῶν φωνηέντων τὸ ε καὶ παράκειται ἑτέρῳ φωνήεντι τῷ ι· εἰς τοῦτο γὰρ ἔληγε τὸ πρὸ αὐτοῦ. οὐ συναλείφεται δὲ οὐδὲ ταῦτʼ ἀλλήλοις οὐδὲ προτάττεται κατὰ μίαν συλλαβὴν τὸ ι τοῦ ε· σιωπὴ δέ τις μεταξὺ ἀμφοῖν γίνεται διερείδουσα τῶν μορίων ἑκάτερον καὶ τὴν βάσιν αὐτοῖς ἀποδιδοῦσα ἀσφαλῆ. ἐν δὲ τῇ κατὰ μέρος συνθέσει τοῦ κώλου τοῖς μὲν ἐπί τε συνδέσμοις ἀφʼ ὧν ἄρχεται τὸ κῶλον, εἴτε ἄρα πρόθεσιν αὐτῶν δεῖ τὸ ἡγούμενον καλεῖν, τὸ προσηγορικὸν ἐπικείμενον μόριον τὸ κλυτὰν ἀντίτυπον πεποίηκε καὶ τραχεῖαν τὴν σύνθεσιν· κατὰ τί ποτε; ὅτι βούλεται μὲν εἶναι βραχεῖα ἡ πρώτη συλλαβὴ τοῦ κλυτάν, μακροτέρα δʼ ἐστὶ τῆς βραχείας ἐξ ἀφώνου τε καὶ ἡμιφώνου καὶ φωνήεντος συνεστῶσα. τὸ δὲ μὴ εἰλικρινῶς αὐτῆς βραχὺ καὶ ἅμα τὸ ἐν τῇ κράσει τῶν γραμμάτων δυσεκφόρητον ἀναβολήν τε ποιεῖ καὶ ἐγκοπὴν τῆς ἁρμονίας. εἰ γοῦν τὸ κ τις ἀφέλοι τῆς συλλαβῆς καὶ ποιήσειεν ἐπί τε λυτάν, λυθήσεται καὶ τὸ βραδὺ καὶ τὸ τραχὺ τῆς ἁρμονίας. πάλιν τῷ κλυτὰν προσηγορικῷ τὸ πέμπετε ῥηματικὸν ἐπικείμενον οὐκ ἔχει συνῳδὸν οὐδʼ εὐκέραστον τὸν ἦχον, ἀλλʼ ἀνάγκη στηριχθῆναι τὸ ν καὶ πιεσθέντος ἱκανῶς τοῦ στόματος τότε ἀκουστὸν γενέσθαι τὸ π· οὐ γὰρ ὑποτακτικὸν τῷ ν τὸ π. τούτου δʼ αἴτιον ὁ τοῦ στόματος σχηματισμὸς οὔτε κατὰ τὸν αὐτὸν τόπον οὔτε τῷ αὐτῷ τρόπῳ τῶν γραμμάτων ἐκφέρων ἑκάτερον· τοῦ μὲν γὰρ ν περὶ τὸν οὐρανὸν γίνεται ὁ ἦχος καὶ τῆς γλώττης ἄκροις τοῖς ὀδοῦσι προσανισταμένης καὶ τοῦ πνεύματος διὰ τῶν ῥωθώνων μεριζομένου, τοῦ δὲ π μύσαντός τε τοῦ στόματος καὶ οὐδὲν τῆς γλώττης συνεργούσης τοῦ τε πνεύματος κατὰ τὴν ἄνοιξιν τῶν χειλῶν τὸν ψόφον λαμβάνοντος ἀθροῦν, ὡς καὶ πρότερον εἴρηταί μοι· ἐν δὲ τῷ μεταλαμβάνειν τὸ στόμα σχηματισμὸν ἕτερον ἐξ ἑτέρου μήτε συγγενῆ μήτε παρόμοιον ἐμπεριλαμβάνεταί τις χρόνος, σὺν ᾧ διίσταται τὸ λεῖόν τε καὶ εὐεπὲς τῆς ἁρμονίας. καὶ ἅμα οὐδʼ ἡ προηγουμένη τοῦ πέμπετε συλλαβὴ μαλακὸν ἔχει τὸν ἦχον ἀλλʼ ὑποτραχύνει τὴν ἀκοὴν ἀρχομένη τε ἐξ ἀφώνου καὶ λήγουσα εἰς ἡμίφωνον. τῷ τε χάριν τὸ θεοὶ παρακείμενον ἀνακόπτει τὸν ἦχον καὶ ποιεῖ διερεισμὸν ἀξιόλογον τῶν μορίων, τοῦ μὲν εἰς ἡμίφωνον λήγοντος τὸ ν, τοῦ δὲ ἄφωνον ἔχοντος ἡγούμενον τὸ θ· οὐδενὸς δὲ πέφυκε προτάττεσθαι τῶν ἀφώνων τὰ ἡμίφωνα. 5
 
τούτοις ἐπιφέρεται τρίτον κῶλον τουτί πολύβατον οἵ τʼ ἄστεος ὀμφαλὸν θυόεντα ἐν ταῖς ἱεραῖς Ἀθάναις οἰχνεῖτε . ἐνταῦθα τῷ τε ὀμφαλὸν εἰς τὸ ν λήγοντι τὸ θυόεντα παρακείμενον ἀπὸ τοῦ θ ἀρχόμενον ὁμοίαν ἀποδίδωσιν ἀντιτυπίαν τῇ πρότερον, καὶ τῷ θυόεντα εἰς φωνῆεν τὸ α λήγοντι ζευγνύμενον τὸ ἐν ταῖς ἱεραῖς ἀπὸ φωνήεντος τοῦ ε λαμβάνον τὴν ἀρχὴν διέσπακε τῷ μεταξὺ χρόνῳ τὸν ἦχον οὐκ ὄντι ὀλίγῳ. τούτοις ἐκεῖνα ἕπεται πανδαίδαλόν τʼ εὐκλέʼ ἀγοράν · τραχεῖα κἀνταῦθα καὶ ἀντίτυπος ἡ συζυγία· ἡμιφώνῳ γὰρ ἄφωνον συνάπτεται τῷ ν τὸ τ καὶ διαβέβηκεν ἀξιόλογον διάβασιν ὁ μεταξὺ τοῦ τε προσηγορικοῦ τοῦ πανδαίδαλον καὶ τῆς συναλοιφῆς τῆς συναπτομένης αὐτῷ χρόνος· μακραὶ μὲν γὰρ ἀμφότεραι, μείζων δὲ οὐκ ὀλίγῳ τῆς μετρίας ἡ συναλείφουσα τὰ δύο συλλαβή, ἐξ ἀφώνου τε καὶ δυεῖν συνεστῶσα φωνηέντων· εἰ γοῦν τις αὐτῆς ἀφέλοι τὸ τ καὶ ποιήσειε πανδαίδαλον εὐκλέʼ ἀγοράν, εἰς τὸ δίκαιον ἐλθοῦσα μέτρον εὐεπεστάτην ποιήσει τὴν ἁρμονίαν.
 
ὅμοια τούτοις ἐστὶ κἀκεῖνα ἰοδέτων λαχεῖν . παράκειται γὰρ ἡμίφωνα δύο ἀλλήλοις τὸ ν καὶ τὸ λ, φυσικὴν οὐκ ἔχοντα συζυγίαν τῷ μήτε κατὰ τοὺς αὐτοὺς τόπους μήτε καθʼ ὁμοίους σχηματισμοὺς τοῦ στόματος ἐκφέρεσθαι. καὶ τὰ ἐπὶ τούτοις λεγόμενα μηκύνεταί τε ταῖς συλλαβαῖς καὶ διέστηκε ταῖς ἁρμονίαις ἐπὶ πολύ στεφάνων τᾶν τʼ ἐαριδρόπων· μακραὶ γὰρ καὶ δεῦρο συγκρούονται συλλαβαὶ τὸ δίκαιον ὑπεραίρουσαι μέτρον, ἥ τε λήγουσα τοῦ στεφάνων μορίου δυσὶ περιλαμβάνουσα ἡμιφώνοις φωνῆεν γράμμα φύσει μακρὸν καὶ ἡ συναπτομένη ταύτῃ τρισὶ μηκυνομένη γράμμασιν ἀφώνῳ καὶ φωνήεντι μακρῶς λεγομένῳ καὶ ἡμιφώνῳ· διερεισμός τε οὖν γέγονε τοῖς μήκεσι τῶν συλλαβῶν καὶ ἀντιτυπία τῇ παραθέσει τῶν γραμμάτων, οὐκ ἔχοντος τοῦ τ συνῳδὸν τῷ ν τὸν ἦχον, ὃ καὶ πρότερον εἴρηκα. παράκειται δὲ καὶ τῷ ἀοιδᾶν εἰς τὸ ν λήγοντι ἀπὸ τοῦ δ ἀρχόμενον ἀφώνου τὸ Διόθεν τε καὶ τῷ σὺν ἀγλαΐᾳ εἰς τὸ ι λήγοντι τὸ ἴδετε πορευθέντʼ ἀοιδᾶν ἀρχόμενον ἀπὸ τοῦ ι. πολλά τις ἂν εὕροι τοιαῦτα ὅλην τὴν ᾠδὴν σκοπῶν.
 
ἵνα δὲ καὶ περὶ τῶν λοιπῶν εἰπεῖν ἐγγένηταί μοι, Πινδάρου μὲν ἅλις ἔστω, Θουκυδίδου δὲ λαμβανέσθω λέξις ἡ ἐκ τοῦ προοιμίου ἥδε· Θουκυδίδης Ἀθηναῖος ξυνέγραψε τὸν πόλεμον τῶν Πελοποννησίων καὶ Ἀθηναίων ὡς ἐπολέμησαν πρὸς ἀλλήλους, ἀρξάμενος εὐθὺς καθισταμένου καὶ ἐλπίσας μέγαν τε ἔσεσθαι καὶ ἀξιολογώτατον τῶν προγεγενημένων, τεκμαιρόμενος ὅτι ἀκμάζοντές τε ᾖσαν ἐς αὐτὸν ἀμφότεροι παρασκευῇ τῇ πάσῃ, καὶ τὸ ἄλλο Ἑλληνικὸν ὁρῶν ξυνιστάμενον πρὸς ἑκατέρους, τὸ μὲν εὐθύς, τὸ δὲ καὶ διανοούμενον. κίνησις γὰρ αὕτη μεγίστη δὴ τοῖς Ἕλλησιν ἐγένετο καὶ μέρει τινὶ τῶν βαρβάρων, ὡς δʼ εἰπεῖν καὶ ἐπὶ πλεῖστον ἀνθρώπων. τὰ γὰρ πρὸ αὐτῶν καὶ τὰ ἔτι παλαιότερα σαφῶς μὲν εὑρεῖν διὰ χρόνου πλῆθος ἀδύνατα ἦν· ἐκ δὲ τεκμηρίων, ὧν ἐπὶ μακρότατον σκοποῦντί μοι πιστεῦσαι ξυμβαίνει, οὐ μεγάλα νομίζω γενέσθαι οὔτε κατὰ τοὺς πολέμους οὔτε ἐς τἆλλα. φαίνεται γὰρ ἡ νῦν Ἑλλὰς καλουμένη οὐ πάλαι βεβαίως οἰκουμένη, ἀλλὰ μεταναστάσεις τε οὖσαι τὰ πρότερα καὶ ῥᾳδίως ἕκαστοι τὴν ἑαυτῶν ἀπολείποντες βιαζόμενοι ὑπό τινων ἀεὶ πλειόνων. τῆς γὰρ ἐμπορίας οὐκ οὔσης οὐδʼ ἐπιμιγνύντες ἀδεῶς ἀλλήλοις οὔτε κατὰ γῆν οὔτε διὰ θαλάσσης, νεμόμενοί τε τὰ ἑαυτῶν ἕκαστοι ὅσον ἀποζῆν καὶ περιουσίαν χρημάτων οὐκ ἔχοντες οὐδὲ γῆν φυτεύοντες, ἄδηλον ὂν ὁπότε τις ἐπελθὼν καὶ ἀτειχίστων ἅμα ὄντων ἄλλος ἀφαιρήσεται, τῆς τε καθʼ ἡμέραν ἀναγκαίου τροφῆς πανταχοῦ ἂν ἡγούμενοι ἐπικρατεῖν οὐ χαλεπῶς ἀνίσταντο. αὕτη ἡ λέξις ὅτι μὲν οὐκ ἔχει λείας οὐδὲ συνεξεσμένας ἀκριβῶς τὰς ἁρμονίας οὐδʼ ἔστιν εὐεπὴς καὶ μαλακὴ καὶ λεληθότως ὀλισθάνουσα διὰ τῆς ἀκοῆς ἀλλὰ πολὺ τὸ ἀντίτυπον καὶ τραχὺ καὶ στρυφνὸν ἐμφαίνει, καὶ ὅτι πανηγυρικῆς μὲν ἢ θεατρικῆς οὐδὲ κατὰ μικρὸν ἐφάπτεται χάριτος, ἀρχαϊκὸν δέ τι καὶ αὔθαδες ἐπιδείκνυται κάλλος, ὡς πρὸς εἰδότας ὁμοίως τοὺς εὐπαιδεύτους ἅπαντας οὐδὲν δέομαι λέγειν ἄλλως τε καὶ αὐτοῦ γε τοῦ συγγραφέως ὁμολογήσαντος, ὅτι εἰς μὲν ἀκρόασιν ἧττον ἐπιτερπὴς ἡ γραφή ἐστι, κτῆμα δʼ εἰσαεὶ μᾶλλον ἢ ἀγώνισμα εἰς τὸ παραυτίκα ἀκούειν σύγκειται . τίνα δʼ ἐστὶ τὰ θεωρήματα οἷς χρησάμενος ἁνὴρ οὗτος ἀπηνῆ καὶ αὐστηρὰν πεποίηκε τὴν ἁρμονίαν, διʼ ὀλίγων σημανῶ· ῥᾴδιον γὰρ ἔσται μικρὰ μεγάλων εἶναι δείγματα τοῖς μὴ χαλεπῶς ἐπὶ τὴν τοῦ ὁμοίου τε καὶ ἀκολούθου μεταβαίνουσιν θεωρίαν.
 
αὐτίκα ἐν ἀρχῇ τῷ Ἀθηναῖος προσηγορικῷ τὸ ξυνέγραψε ῥῆμα ἐφαρμοττόμενον διίστησιν ἀξιολόγως τὴν ἁρμονίαν· οὐ γὰρ προτάττεται τὸ ς τοῦ ξ κατὰ συνεκφορὰν τὴν ἐν μιᾷ συλλαβῇ γινομένην· δεῖ δὲ τοῦ ς σιωπῇ καταληφθέντος τότε ἀκουστὸν γενέσθαι τὸ ξ. τοῦτο δὲ τραχύτητα ἐργάζεται καὶ ἀντιτυπίαν τὸ πάθος. ἔπειθʼ αἱ μετὰ τοῦτο γινόμεναι συγκοπαὶ τῶν ἤχων, τοῦ τε ν καὶ τοῦ π καὶ τοῦ τ καὶ τοῦ π καὶ τοῦ κ τετράκις ἑξῆς ἀλλήλοις παρακειμένων, χαράττουσιν εὖ μάλα τὴν ἀκοὴν ἀκοὴν καὶ διασαλεύουσιν ἀξιολόγως τὰς ἁρμονίας, ὅταν φῇ τὸν πόλεμον τῶν Πελοποννησίων καὶ Ἀθηναίων · τούτων γὰρ τῶν μορίων τῆς λέξεως οὐθὲν ὅ τι οὐ σιωπῇ καταληφθῆναί τε δεῖ καὶ πιεσθῆναι πρότερον ὑπὸ τοῦ στόματος περὶ τὸ τελευταῖον γράμμα, ἵνα τὸ συναπτόμενον αὐτῷ τρανὴν καὶ καθαρὰν τὴν ἑαυτοῦ λάβῃ δύναμιν. ἔτι πρὸς τούτοις ἡ τῶν φωνηέντων παράθεσις ἡ κατὰ τὴν τελευταίαν τοῦ κώλου τοῦδε γενομένη ἐν τῷ καὶ Ἀθηναίων διακέκρουκε τὸ συνεχὲς τῆς ἁρμονίας καὶ διἕστακεν πάνυ αἰσθητὸν τὸν μεταξὺ λαβοῦσα χρόνον· ἀκέραστοι γὰρ αἱ φωναὶ τοῦ τε ι καὶ τοῦ α καὶ ἀποκόπτουσαι τὸν ἦχον· τὸ δʼ εὐεπὲς οἱ συνεχεῖς τε καὶ οἱ συλλεαινόμενοι ποιοῦσιν ἦχοι.
 
καὶ αὖθις ἐν τῇ δευτέρᾳ περιόδῳ τὸ προηγούμενον κῶλον τουτί ἀρξάμενος εὐθὺς καθισταμένου μετρίως ἁρμόσας ὁ ἀνὴρ ὡς ἂν εὔφωνόν τε μάλιστα φαίνοιτο καὶ μαλακόν, τὸ μετὰ τοῦτο πάλιν ἀποτραχύνει καὶ διασπᾷ τοῖς διαχαλάσμασι τῶν ἁρμονιῶν· καὶ ἐλπίσας μέγαν τε ἔσεσθαι καὶ ἀξιολογώτατον τῶν προγεγενημένων , τρὶς γὰρ ἀλλήλοις ἑξῆς οὐ διὰ μακροῦ παράκειται φωνήεντα συγκρούσεις ἐργαζόμενα καὶ ἀνακοπὰς καὶ οὐκ ἐῶντα τὴν ἀκρόασιν ἑνὸς κώλου συνεχοῦς λαβεῖν φαντασίαν· ἥ τε περίοδος αὐτῷ λήγουσα εἰς τὸ τῶν προγεγενημένων οὐκ ἔχει τὴν βάσιν εὔγραμμον καὶ περιφερῆ, ἀλλʼ ἀκόρυφός τις φαίνεται καὶ ἀκατάστροφος, ὥσπερ μέρος οὖσα τῆς δευτέρας ἀλλʼ οὐχὶ τῆς πρώτης τέλος. 10
 
τὸ δʼ αὐτὸ πέπονθε καὶ ἡ τρίτη περίοδος· καὶ γὰρ ἐκείνης ἀπερίγραφός ἐστι καὶ ἀνέδραστος ἡ βάσις τελευταῖον ἐχούσης μόριον τὸ δὲ καὶ διανοούμενον , πολλὰς ἅμα καὶ αὐτὴ περιέχουσα φωνηέντων τε πρὸς φωνήεντα ἀντιτυπίας καὶ ἡμιφώνων πρὸς ἡμίφωνα καὶ ἄφωνα, ἅσπερ ἐργάζεται τὰ μὴ συνῳδὰ τῇ φύσει τραχύτητας. ἵνα δὲ συνελὼν εἴπω, δώδεκά που περιόδων οὐσῶν ἃς παρεθέμην, εἴ τις αὐτὰς συμμέτρως μερίζοι πρὸς τὸ πνεῦμα, κώλων δὲ περιλαμβανομένων ἐν ταύταις οὐκ ἐλαττόνων ἢ τριάκοντα τὰ μὲν εὐεπῶς συγκείμενα καὶ συνεξεσμένα ταῖς ἁρμονίαις οὐκ ἂν εὕροι τις ἓξ ἢ ἑπτὰ τὰ πάντα κῶλα, φωνηέντων δὲ συμβολὰς ἐν ταῖς δώδεκα περιόδοις ὀλίγου δεῖν τριάκοντα ἡμιφώνων τε καὶ ἀφώνων ἀντιτύπων καὶ πικρῶν καὶ δυσεκφόρων παραβολάς, ἐξ ὧν αἵ τε ἀνακοπαὶ καὶ τὰ πολλὰ ἐγκαθίσματα τῇ λέξει γέγονε, τοσαύτας τὸ πλῆθος ὥστε ὀλίγου δεῖν καθʼ ἕκαστον αὐτῆς μόριον εἶναί τι τῶν τοιούτων. πολλὴ δὲ καὶ ἡ τῶν κώλων ἀσυμμετρία πρὸς ἄλληλα καὶ ἡ τῶν περιόδων ἀνωμαλία καὶ ἡ τῶν σχημάτων καινότης καὶ τὸ τῆς ἀκολουθίας ὑπεροπτικὸν καὶ τἆλλα ὅσα χαρακτηρικὰ τῆς ἀκομψεύτου τε καὶ αὐστηρᾶς ἐπελογισάμην ὄντα ἁρμονίας. ἅπαντα γὰρ διεξιέναι πάλιν ἐπὶ τῶν παραδειγμάτων καὶ καταδαπανᾶν εἰς ταῦτα τὸν χρόνον οὐκ ἀναγκαῖον ἡγοῦμαι.
 
ἡ δὲ γλαφυρὰ καὶ ἀνθηρὰ σύνθεσις, ἣν δευτέραν ἐτιθέμην τῇ τάξει, χαρακτῆρα τοιόνδε ἔχει· οὐ ζητεῖ καθʼ ἓν ἕκαστον ὄνομα ἐκ περιφανείας ὁρᾶσθαι οὐδὲ ἐν ἕδρᾳ πάντα βεβηκέναι πλατείᾳ τε καὶ ἀσφαλεῖ οὐδὲ μακροὺς τοὺς μεταξὺ αὐτῶν εἶναι χρόνους, οὐδʼ ὅλως τὸ βραδὺ καὶ σταθερὸν τοῦτο φίλον αὐτῇ, ἀλλὰ κεκινῆσθαι βούλεται τὴν ὀνομασίαν καὶ φέρεσθαι θάτερα κατὰ τῶν ἑτέρων ὀνομάτων καὶ ὀχεῖσθαι τὴν ἀλληλουχίαν λαμβάνοντα βάσιν ὥσπερ τὰ ῥέοντα καὶ μηδέποτε ἀτρεμοῦντα· συνηλεῖφθαί τε ἀλλήλοις ἀξιοῖ καὶ συνυφάνθαι τὰ μόρια ὡς μιᾶς λέξεως ὄψιν ἀποτελοῦντα εἰς δύναμιν. τοῦτο δὲ ποιοῦσιν αἱ τῶν ἁρμονιῶν ἀκρίβειαι χρόνον αἰσθητὸν οὐδένα τὸν μεταξὺ τῶν ὀνομάτων περιλαμβάνουσαι· ἔοικέ τε κατὰ μέρος εὐητρίοις ὕφεσιν ἢ γραφαῖς συνεφθαρμένα τὰ φωτεινὰ τοῖς σκιεροῖς ἐχούσαις. εὔφωνά τε εἶναι βούλεται πάντα τὰ ὀνόματα καὶ λεῖα καὶ μαλακὰ καὶ παρθενωπά, τραχείαις δὲ συλλαβαῖς καὶ ἀντιτύποις ἀπέχθεταί που· τὸ δὲ θρασὺ πᾶν καὶ παρακεκινδυνευμένον διʼ εὐλαβείας ἔχει.
 
οὐ μόνον δὲ τὰ ὀνόματα τοῖς ὀνόμασιν ἐπιτηδείως συνηρμόσθαι βούλεται καὶ συνεξέσθαι, ἀλλὰ καὶ τὰ κῶλα τοῖς κώλοις εὖ συνυφάνθαι καὶ πάντα εἰς περίοδον τελευτᾶν, ὁρίζουσα κώλου τε μῆκος, ὃ μὴ βραχύτερον ἔσται μηδὲ μεῖζον τοῦ μετρίου, καὶ περιόδου μέτρον, οὗ πνεῦμα τέλειον ἀνδρὸς κρατήσει· ἀπερίοδον δὲ λέξιν ἢ περίοδον ἀκώλιστον ἢ κῶλον ἀσύμμετρον οὐκ ἂν ὑπομείνειεν ἐργάσασθαι. χρῆται δὲ καὶ ῥυθμοῖς οὐ τοῖς μεγίστοις ἀλλὰ τοῖς μέσοις τε καὶ βραχυτέροις· καὶ τῶν περιόδων τὰς τελευτὰς εὐρύθμους εἶναι βούλεται καὶ βεβηκυίας ὡς ἂν ἀπὸ στάθμης, τἀναντία ποιοῦσα ἐν ταῖς τούτων ἁρμογαῖς ἢ ταῖς τῶν ὀνομάτων· ἐκεῖνα μὲν γὰρ συναλείφει, ταύτας δὲ διίστησι καὶ ὥσπερ ἐκ περιόπτου βούλεται φανερὰς εἶναι. σχήμασί τε οὐ τοῖς ἀρχαιοπρεπεστέροις οὐδʼ ὅσοις σεμνότης τις ἢ βάρος ἢ τόνος πρόσεστιν, ἀλλὰ τοῖς τρυφεροῖς τε καὶ κολακικοῖς ὡς τὰ πολλὰ χρῆσθαι φιλεῖ, ἐν οἷς πολὺ τὸ ἀπατηλόν ἐστι καὶ θεατρικόν. ἵνα δὲ καὶ κοινότερον εἴπω, τοὐναντίον ἔχει σχῆμα τῆς προτέρας κατὰ τὰ μέγιστα καὶ κυριώτατα, ὑπὲρ ὧν οὐδὲν δέομαι πάλιν λέγειν.
 
ἀκόλουθον δʼ ἂν εἴη καὶ τοὺς ἐν ταύτῃ πρωτεύσαντας καταριθμήσασθαι. ἐποποιῶν μὲν οὖν ἔμοιγε κάλλιστα τουτονὶ δοκεῖ τὸν χαρακτῆρα ἐξεργάσασθαι Ἡσίοδος, μελοποιῶν δὲ Σαπφὼ καὶ μετʼ αὐτὴν Ἀνακρέων τε καὶ Σιμωνίδης, τραγῳδοποιῶν δὲ μόνος Εὐριπίδης, συγγραφέων δὲ ἀκριβῶς μὲν οὐδείς, μᾶλλον δὲ τῶν πολλῶν Ἔφορός τε καὶ Θεόπομπος, ῥητόρων δὲ Ἰσοκράτης. θήσω δὲ καὶ ταύτης παραδείγματα τῆς ἁρμονίας, ποιητῶν μὲν προχειρισάμενος Σαπφώ, ῥητόρων δὲ Ἰσοκράτην. ἄρξομαι δὲ ἀπὸ τῆς μελοποιοῦ. Ποικιλόθρονʼ ἀθάνατʼ Ἀφροδίτα, παῖ Δίος δολόπλοκε, λίσσομαί σε, μή μʼ ἄσαισι μηδʼ ὀνίαισι δάμνα, πότνια θῦμον· ἀλλὰ τύδʼ ἔλθʼ, αἴ ποκα κἀτέρωτα τᾶς ἔμας αὔδως ἀίοισα πήλυ ἔκλυες, πάτρος δὲ δόμον λίποισα, χρύσιον ἦλθες ἄρμʼ ὐπασδεύξαισα. κάλοι δέ σʼ ἆγον ὠκέες στροῦθοι, περὶ γᾶς μελαίνας πύκνα διννῆντες πτέρʼ ἀπʼ ὠράνᾤθερος διὰ μέσσω. αἶψα δʼ ἐξίκοντο· τὺ δʼ, ὦ μάκαιρα, μειδιάσαισʼ ἀθανάτω προσώπω ἤρεʼ, ὄττι δἦν τὸ πέπονθα κὤττι δηὖτε κάλημι, κὤττʼ ἔμω μάλιστα θέλω γενέσθαι μαινόλᾳ θύμω· τίνα δηὖτε πείθω μαῖσʼ ἄγην ἐς σὰν φιλότατα; τίς σʼ, ὦ Ψάπφʼ, ἀδικήει; καὶ γὰρ αἰ φεύγει, ταχέως διώξει· αἰ δὲ δῶρα μὴ δέκετʼ, ἀλλὰ δώσει· αἰ δὲ μὴ φίλει, ταχέως φιλήσει κωὐκ ἐθέλοισα. ἔλθέ μοι καὶ νῦν, χαλεπᾶν δὲ λῦσον ἐκ μεριμνᾶν, ὄσσα δέ μοι τελέσσαι θῦμος ἰμάρρει, τέλεσον, σὺ δʼ αὔτα σύμμαχος ἔσσο. ταύτης τῆς λέξεως ἡ εὐέπεια καὶ ἡ χάρις ἐν τῇ συνεχείᾳ καὶ λειότητι γέγονε τῶν ἁρμονιῶν· παράκειται γὰρ ἀλλήλοις τὰ ὀνόματα καὶ συνύφανται κατά τινας οἰκειότητας καὶ συζυγίας φυσικὰς τῶν γραμμάτων· τὰ γὰρ φωνήεντα τοῖς ἀφώνοις τε καὶ ἡμιφώνοις συνάπτεται μικροῦ διὰ πάσης τῆς ᾠδῆς, ὅσα προτάττεσθαί τε καὶ ὑποτάττεσθαι πέφυκεν ἀλλήλοις κατὰ μίαν συλλαβὴν συνεκφερόμενα· ἡμιφώνων δὲ πρὸς ἡμίφωνα ἢ ἄφωνα καὶ ἀφώνων καὶ φωνηέντων πρὸς ἄλληλα συμπτώσεις αἱ διασαλεύουσαι τοὺς ἤχους ὀλίγαι πάνυ ἔνεισιν· ἐγὼ γοῦν ὅλην τὴν ᾠδὴν ἀνασκοπούμενος πέντε ἢ ἓξ ἴσως ἐν τοῖς τοσούτοις ὀνόμασι καὶ ῥήμασι καὶ τοῖς ἄλλοις μορίοις ἡμιφώνων τε καὶ ἀφώνων γραμμάτων συμπλοκὰς τῶν μὴ πεφυκότων ἀλλήλοις κεράννυσθαι καὶ οὐδὲ ταύτας ἐπὶ πολὺ τραχυνούσας τὴν εὐέπειαν εὑρίσκω, φωνηέντων δὲ παραθέσεις τὰς μὲν ἐν τοῖς κώλοις αὐτοῖς γινομένας ἔτι ἐλάττους ἢ τοσαύτας, τὰς δὲ συναπτούσας ἀλλήλοις τὰ κῶλα ὀλίγῳ τινὶ τούτων πλείονας. εἰκότως δὴ γέγονεν εὔρους τις ἡ λέξις καὶ μαλακή, τῆς ἁρμονίας τῶν ὀνομάτων μηδὲν ἀποκυματιζούσης τὸν ἦχον.
 
ἔλεγον δʼ ἂν καὶ τὰ λοιπὰ τῆς συνθέσεως ταύτης ἰδιώματα καὶ ἀπεδείκνυον ἐπὶ τῶν παραδειγμάτων τοιαῦτα ὄντα οἷα ἐγώ φημι, εἰ μὴ μακρὸς ἔμελλεν ὁ λόγος γενήσεσθαι καὶ ταυτολογίας τινὰ παρέξειν δόξαν. ἐξέσται γὰρ σοὶ καὶ παντὶ ἄλλῳ καθʼ ἓν ἕκαστον τῶν ἐξηριθμημένων ὑπʼ ἐμοῦ κατὰ τὴν προέκθεσιν τοῦ χαρακτῆρος ἐπιλέγεσθαί τε καὶ σκοπεῖν ἐπὶ τῶν παραδειγμάτων κατὰ πολλὴν εὐκαιρίαν καὶ σχολήν· ἐμοὶ δʼ οὐκ ἐγχωρεῖ τοῦτο ποιεῖν ἀλλʼ ἀπόχρη παραδεῖξαι μόνον ἀρκούντως ἃ βούλομαι τοῖς δυνησομένοις παρακολουθῆσαι.
 
ἑνὸς ἔτι παραθήσομαι λέξιν ἀνδρὸς εἰς τὸν αὐτὸν κατεσκευασμένου χαρακτῆρα, Ἰσοκράτους τοῦ ῥήτορος, ὃν ἐγὼ μάλιστα πάντων οἴομαι τῶν πεζῇ λέξει χρησαμένων ταύτην ἀκριβοῦν τὴν ἁρμονίαν. ἔστι δὲ ἡ λέξις ἐκ τοῦ Ἀρεοπαγιτικοῦ ἥδε· πολλοὺς ὑμῶν οἴομαι θαυμάζειν, ἥντινά ποτε γνώμην ἔχων περὶ σωτηρίας τὴν πρόσοδον ἐποιησάμην, ὥσπερ ἢ τῆς πόλεως ἐν κινδύνοις οὔσης ἢ σφαλερῶς αὐτῇ τῶν πραγμάτων καθεστώτων, ἀλλʼ οὐ πλείους μὲν τριήρεις ἢ διακοσίας κεκτημένης, εἰρήνην δὲ τὰ περὶ τὴν χώραν ἀγούσης καὶ τῶν κατὰ θάλατταν ἀρχούσης, ἔτι δὲ συμμάχους ἐχούσης πολλοὺς μὲν τοὺς ἑτοίμους ἡμῖν ἤν τι δέῃ βοηθήσοντας, πολὺ δὲ πλείους τοὺς τὰς συντάξεις ὑποτελοῦντας καὶ τὸ προσταττόμενον ποιοῦντας. ὧν ὑπαρχόντων ἡμᾶς μὲν ἄν τις φήσειεν εἰκὸς εἶναι θαρρεῖν ὡς πόρρω τῶν κινδύνων ὄντας, τοῖς δʼ ἐχθροῖς τοῖς ἡμετέροις προσήκειν δεδιέναι καὶ βουλεύεσθαι περὶ σωτηρίας. ὑμεῖς μὲν οὖν οἶδʼ ὅτι τούτῳ χρώμενοι τῷ λογισμῷ καὶ τῆς ἐμῆς προσόδου καταφρονεῖτε καὶ πᾶσαν ἐλπίζετε τὴν Ἑλλάδα τῇ δυνάμει ταύτῃ κατασχήσειν· ἐγὼ δὲ διʼ αὐτὰ ταῦτα τυγχάνω δεδιώς. ὁρῶ γὰρ τῶν πόλεων τὰς ἄριστα πράττειν οἰομένας κάκιστα βουλευομένας, καὶ τὰς μάλιστα θαρρούσας εἰς πλεῖστον κίνδυνον καθισταμένας. αἴτιον δὲ τούτων ἐστίν, ὅτι τῶν ἀγαθῶν καὶ τῶν κακῶν οὐδὲν αὐτὸ καθʼ αὑτὸ παραγίνεται τοῖς ἀνθρώποις, ἀλλὰ συντέτακται καὶ συνακολουθεῖ τοῖς μὲν πλούτοις καὶ ταῖς δυναστείαις ἄνοια καὶ μετὰ ταύτης ἀκολασία, ταῖς δὲ ἐνδείαις καὶ ταῖς ταπεινότησιν καὶ σωφροσύνη καὶ πολλὴ μετριότης. ὥστε χαλεπὸν εἶναι διαγνῶναι, ποτέραν ἄν τις εὔξαιτο τῶν μερίδων τούτων τοῖς παισὶ τοῖς αὑτοῦ καταλιπεῖν· ἴδοι γὰρ ἂν ἐκ μὲν τῆς φαυλοτέρας εἶναι δοκούσης ἐπὶ τὸ βέλτιον ὡς ἐπὶ τὸ πολὺ τὰς πράξεις ἐπιδιδούσας, ἐκ δὲ τῆς κρείττονος φαινομένης ἐπὶ τὸ χεῖρον εἰθισμένας μεταπίπτειν. ταῦθʼ ὅτι συνήλειπταί τε καὶ συγκέχρωσται, καὶ οὐ καθʼ ἓν ἕκαστον ὄνομα ἐν ἕδρᾳ περιφανεῖ καὶ πλατείᾳ βέβηκεν οὐδὲ μακροῖς τοῖς μεταξὺ χρόνοις διείργεται καὶ διαβέβηκεν ἀπʼ ἀλλήλων, ἀλλʼ ἐν κινήσει τε ὄντα φαίνεται καὶ φορᾷ καὶ ῥύσει συνεχεῖ, πραεῖαί τε αὐτῶν εἰσι καὶ μαλακαὶ καὶ προπετεῖς αἱ συνάπτουσαι τὴν λέξιν ἁρμονίαι, τὸ ἄλογον ἐπιμαρτυρεῖ τῆς ἀκοῆς πάθος. ὅτι δʼ οὐκ ἄλλα τινὰ τούτων ἐστὶν αἴτια ἢ τὰ προειρημένα ὑπʼ ἐμοῦ περὶ τῆς ἀγωγῆς ταύτης τῶν λόγων, ῥᾴδιον ἰδεῖν. φωνηέντων μὲν γὰρ ἀντιτυπίαν οὐκ ἂν εὕροι τις οὐδεμίαν ἐν γοῦν οἷς παρεθέμην ἀριθμοῖς, οἴομαι δʼ οὐδʼ ἐν ὅλῳ τῷ λόγῳ, πλὴν εἴ τί με διαλέληθεν· ἡμιφώνων δὲ καὶ ἀφώνων ὀλίγας καὶ οὐ σφόδρα ἐκφανεῖς οὐδὲ συνεχεῖς. ταῦτά τε δὴ τῆς εὐεπείας αἴτια τῇ λέξει γέγονε καὶ ἡ τῶν κώλων συμμετρία πρὸς ἄλληλα, τῶν τε περιόδων ὁ κύκλος ἔχων τι περιφερὲς καὶ εὔγραμμον καὶ τεταμιευμένον ἄκρως ταῖς συμμετρίαις. ὑπὲρ ἅπαντα δὲ ταῦτα οἱ σχηματισμοὶ πολὺ τὸ νεαρὸν ἔχοντες· εἰσὶ γὰρ ἀντίθετοι καὶ παρόμοιοι καὶ πάρισοι καὶ οἱ παραπλήσιοι τούτοις, ἐξ ὧν ἡ πανηγυρικὴ διάλεκτος ἀποτελεῖται. οὐκ ἀναγκαῖον εἶναι δοκῶ μηκύνειν καὶ τὰ λοιπὰ διεξιών· ἱκανῶς γὰρ εἴρηται καὶ περὶ ταύτης τῆς συνθέσεως ὅσα γε ἥρμοττεν. 5
 
ἡ δὲ τρίτη καὶ μέση τῶν εἰρημένων δυεῖν ἁρμονιῶν, ἣν εὔκρατον καλῶ σπάνει κυρίου τε καὶ κρείττονος ὀνόματος, σχῆμα μὲν ἴδιον οὐδὲν ἔχει, κεκέρασται δὲ ὡς ἐξ ἐκείνων μετρίως καὶ ἔστιν ἐκλογή τις τῶν ἐν ἑκατέρᾳ κρατίστων. αὕτη δοκεῖ μοι τὰ πρωτεῖα ἐπιτηδεία εἶναι φέρεσθαι, ἐπειδὴ μεσότης μέν τίς ἐστι ʽμεσότης δὲ ἡ ἀρετὴ καὶ βίων καὶ ἔργων καὶ τεχνῶν, ὡς Ἀριστοτέλει τε δοκεῖ καὶ τοῖς ἄλλοις ὅσοι κατʼ ἐκείνην τὴν αἵρεσιν φιλοσοφοῦσιν̓, ὁρᾶται δʼ, ὥσπερ ἔφην καὶ πρότερον, οὐ κατὰ ἀπαρτισμὸν ἀλλʼ ἐν πλάτει, καὶ τὰς εἰδικὰς ἔχει διαφορὰς πολλάς· οἵ τε χρησάμενοι αὐτῇ οὐ τὰ αὐτὰ πάντες οὐδʼ ὁμοίως ἐπετήδευσαν, ἀλλʼ οἳ μὲν ταῦτα μᾶλλον, οἳ δʼ ἐκεῖνα, ἐπέτεινάν τε καὶ ἀνῆκαν ἄλλως ἄλλοι τὰ αὐτά, καὶ πάντες ἐγένοντο λόγου ἄξιοι κατὰ πάσας τὰς ἰδέας τῶν λόγων. κορυφὴ μὲν οὖν ἁπάντων καὶ σκοπός, ἐξ οὗ περ πάντες ποταμοὶ καὶ πᾶσα θάλασσα καὶ πᾶσαι κρῆναι, δικαίως ἂν Ὅμηρος λέγοιτο. πᾶς γὰρ αὐτῷ τόπος, ὅτου τις ἂν ἅψηται, ταῖς τε αὐστηραῖς καὶ ταῖς γλαφυραῖς ἁρμονίαις εἰς ἄκρον διαπεποίκιλται. τῶν δʼ ἄλλων ὅσοι τὴν αὐτὴν μεσότητα ἐπετήδευσαν, ὕστεροι μὲν Ὁμήρου μακρῷ παρʼ ἐκεῖνον ἐξεταζόμενοι φαίνοιντʼ ἄν, καθʼ ἑαυτοὺς δὲ εἰ θεωροίη τις αὐτούς, ἀξιοθέατοι, μελοποιῶν μὲν Στησίχορός τε καὶ Ἀλκαῖος, τραγῳδοποιῶν δὲ Σοφοκλῆς, συγγραφέων δὲ Ἡρόδοτος, ῥητόρων δὲ Δημοσθένης, φιλοσόφων δὲ κατʼ ἐμὴν δόξαν Δημόκριτός τε καὶ Πλάτων καὶ Ἀριστοτέλης· τούτων γὰρ ἑτέρους εὑρεῖν ἀμήχανον ἄμεινον κεράσαντας τοὺς λόγους. καὶ περὶ μὲν τῶν χαρακτήρων ταῦθʼ ἱκανά. παραδείγματα γὰρ τούτων οὐκ οἴομαι δεῖν φέρειν, φανερῶν πάνυ ὄντων καὶ οὐδὲν δεομένων λόγου.
 
εἰ δέ τινι δοκεῖ καὶ πόνου πολλοῦ ταῦτα καὶ πραγματείας μεγάλης ἄξια εἶναι, καὶ μάλα ὀρθῶς δοκεῖ κατὰ τὸν Δημοσθένην· ἀλλʼ ἐὰν λογίσηται τοὺς ἐξακολουθοῦντας αὐτοῖς κατορθουμένοις ἐπαίνους καὶ τὸν καρπὸν τὸν ἀπʼ αὐτῶν ὡς γλυκύς, εὐπαθείας ἡγήσεται τοὺς πόνους. Ἐπικουρείων δὲ χορόν, οἷς οὐδὲν μέλει τούτων, παραιτοῦμαι· τὸ γὰρ οὐκ ἐπιπόνου τοῦ γράφειν ὄντος , ὡς αὐτὸς Ἐπίκουρος λέγει, τοῖς μὴ στοχοζομένοις τοῦ πυκνὰ μεταπίπτοντος κριτηρίου πολλῆς ἀργίας ἦν καὶ σκαιότητος ἀλεξιφάρμακον.
 
τούτων δή μοι τέλος ἐχόντων, ἐκεῖνά σε οἴομαι ποθεῖν ἔτι ἀκοῦσαι, πῶς γίνεται λέξις ἄμετρος ὁμοία καλῷ ποιήματι ἢ μέλει, καὶ πῶς ποίημα ἢ μέλος πεζῇ λέξει καλῇ παραπλήσιον. ἄρξομαι δὲ πρῶτον ἀπὸ τῆς ψιλῆς λέξεως, ἕνα τῶν ἀνδρῶν προχειρισάμενος ὃν ἐν τοῖς μάλιστα οἶμαι τὴν ποιητικὴν ἐκμεμάχθαι φράσιν, βουλόμενος μὲν καὶ πλείους, οὐκ ἔχων δὲ χρόνον ἱκανὸν ἅπασι. φέρε δὴ τίς οὐκ ἂν ὁμολογήσειεν τοῖς κρατίστοις ἐοικέναι ποιήμασί τε καὶ μέλεσι τοὺς Δημοσθένους λόγους, καὶ μάλιστα τάς τε κατὰ Φιλίππου δημηγορίας καὶ τοὺς δικανικοὺς ἀγῶνας τοὺς δημοσίους; ὧν ἐξ ἑνὸς ἀρκέσει λαβεῖν τὸ προοίμιον τουτί· μηδεὶς ὑμῶν, ὦ ἄνδρες Ἀθηναῖοι, νομίσῃ με μήτʼ ἰδίας ἔχθρας μηδεμιᾶς ἕνεχʼ ἥκειν Ἀριστοκράτους κατηγορήσοντα τουτουί, μήτε μικρὸν ὁρῶντά τι καὶ φαῦλον ἁμάρτημα ἑτοίμως οὕτως ἐπὶ τούτῳ προάγειν ἐμαυτὸν εἰς ἀπέχθειαν· ἀλλʼ εἴπερ ἆρʼ ὀρθῶς ἐγὼ λογίζομαι καὶ σκοπῶ, περὶ τοῦ Χερόνησον ἔχειν ὑμᾶς ἀσφαλῶς καὶ μὴ παρακρουσθέντας ἀποστερηθῆναι πάλιν αὐτῆς, περὶ τούτου ἐστί μοι ἅπασα ἡ σπουδή.
 
πειρατέον δὴ καὶ περὶ τούτων λέγειν ἃ φρονῶ. μυστηρίοις μὲν οὖν ἔοικεν ἤδη ταῦτα καὶ οὐκ εἰς πολλοὺς οἷά τε ἐστὶν ἐκφέρεσθαι, ὥστʼ οὐκ ἂν εἴην φορτικός, εἰ παρακαλοίην οἷς θέμις ἐστὶν ἥκειν ἐπὶ τὰς τελετὰς τοῦ λόγου, θύρας δʼ ἐπιθέσθαι λέγοιμι ταῖς ἀκοαῖς τοὺς βεβήλους . εἰς γέλωτα γὰρ ἔνιοι λαμβάνουσι τὰ σπουδαιότατα διʼ ἀπειρίαν, καὶ ἴσως οὐδὲν ἄτοπον πάσχουσιν. ἃ δʼ οὖν βούλομαι λέγειν, τοιάδε ἐστί.
 
πᾶσα λέξις ἡ δίχα μέτρου συγκειμένη ποιητικὴν μοῦσαν ἢ μελικὴν χάριν οὐ δύναται προσλαβεῖν κατὰ γοῦν τὴν σύνθεσιν αὐτήν· ἐπεὶ καὶ ἡ ἐκλογὴ τῶν ὀνομάτων μέγα τι δύναται, καὶ ἔστι τις ὀνομασία ποιητικὴ γλωττηματικῶν τε καὶ ξένων καὶ τροπικῶν καὶ πεποιημένων, οἷς ἡδύνεται ποίησις, εἰς κόρον ἐγκαταμιγέντων τῇ ἀμέτρῳ λέξει, ὃ ποιοῦσιν ἄλλοι τε πολλοὶ καὶ οὐχ ἥκιστα Πλάτων· οὐ δὴ λέγω περὶ τῆς ἐκλογῆς, ἀλλʼ ἀφείσθω κατὰ τὸ παρὸν ἡ περὶ ταῦτα σκέψις. περὶ τῆς συνθέσεως αὐτῆς ἔστω ἡ θεωρία τῆς ἐν τοῖς κοινοῖς ὀνόμασι καὶ τετριμμένοις καὶ ἥκιστα ποιητικοῖς τὰς ποιητικὰς χάριτας ἐπιδεικνυμένης. ὅπερ οὖν ἔφην, οὐ δύναται ψιλὴ λέξις ὁμοία γενέσθαι τῇ ἐμμέτρῳ καὶ ἐμμελεῖ, ἐὰν μὴ περιέχῃ μέτρα καὶ ῥυθμούς τινας ἐγκατατεταγμένους ἀδήλως. οὐ μέντοι προσήκει γε ἔμμετρον οὐδʼ ἔρρυθμον αὐτὴν εἶναι δοκεῖν ʽποίημα γὰρ οὕτως ἔσται καὶ μέλος ἐκβήσεταί τε ἁπλῶς τὸν αὑτῆς χαρακτῆρἀ, ἀλλʼ εὔρυθμον αὐτὴν ἀπόχρη καὶ εὔμετρον φαίνεσθαι μόνον· οὕτως γὰρ ἂν εἴη ποιητικὴ μέν, οὐ μὴν ποίημά γε, καὶ ἐμμελὴς μέν, οὐ μέλος δέ.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi