Thesauros Edebiyat Tarih Περὶ τῶν Θουκιδίδου ἰδιωμάτων πρὸς Ἀμμαῖον

Περὶ τῶν Θουκιδίδου ἰδιωμάτων πρὸς Ἀμμαῖον

Περὶ τῶν Θουκιδίδου ἰδιωμάτων πρὸς Ἀμμαῖον Dionysius of Halicarnassus
12 ἡ δὲ παρὰ τοὺς χρόνους τῶν ῥημάτων ἐκβεβηκυῖα τὸ κατάλληλον φράσις τοιαύτη τίς ἐστι· καίτοι εἰ ῥᾳθυμίᾳ μᾶλλον ἢ πόνων μελέτῃ, καὶ μὴ μετὰ νόμων τὸ πλέον ἢ τρόπων ἀνδρείας ἐθέλοιμεν κινδυνεύειν, περιγίνεται ἡμῖν τοῖς τε μέλλουσιν ἀλγεινοῖς μὴ προκάμνειν καὶ ἐς αὐτὰ ἐλθοῦσι μὴ ἀτολμοτέροις τῶν ἀεὶ μοχθούντων φαίνεσθαι· ἐνταῦθα γὰρ τὸ μὲν ἐθέλοιμεν ῥῆμα τοῦ μέλλοντός ἐστι χρόνου δηλωτικόν, τὸ δὲ περιγίγνεται τοῦ παρόντος. ἀκόλουθον δʼ ἂν ἦν, εἰ συνέζευξεν τῷ ἐθέλοιμεν τὸ περιέσται τοῦ τε γὰρ χωρίου τὸ δυσέμβατον ἡμέτερον νομίζω, ὃ μενόντων μὲν ἡμῶν σύμμαχον γίνεται· ὑποχωρήσασι δὲ καίπερ χαλεπὸν ὂν εὔπορον ἔσται. τὸ μὲν γὰρ γίνεται τοῦ παρόντος ἐστί, τὸ δὲ ἔσται τοῦ μέλλοντος χρόνου δηλωτικόν. γέγονεν δὲ καὶ παρὰ τὰς πτώσεις σχηματισμὸς ἀκατάλληλος· ἐπὶ μὲν γὰρ τῆς γενικῆς πτώσεως ἐξενήνοχεν τό τε μετοχικὸν ὄνομα τὸ μενόντων καὶ τὸ ἀντονομαστικὸν τὸ ἡμῶν, ἐπὶ δὲ τῆς δοτικῆς τὸ ὑποχωρήσασιν· οἰκειότερον δʼ ἦν καὶ τοῦτο κατὰ τὴν αὐτὴν ἐξενηνέχθαι πτῶσιν.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi