Thesauros Edebiyat Tarih Περὶ τῶν Θουκιδίδου ἰδιωμάτων πρὸς Ἀμμαῖον

Περὶ τῶν Θουκιδίδου ἰδιωμάτων πρὸς Ἀμμαῖον

Περὶ τῶν Θουκιδίδου ἰδιωμάτων πρὸς Ἀμμαῖον Dionysius of Halicarnassus
5 ἐν οἷς δὲ τὰ ῥηματικὰ μόρια τῆς λέξεως ὀνοματικῶς σχηματίζει, τοιαύτην ποιεῖ τὴν φράσιν· ἔστιν δὲ αὐτῷ πρὸς Ἀθηναίους ὁ Κορίνθιος ἐν τῇ πρώτῃ βύβλῳ τάδε λέγων· δικαιώματα μὲν οὖν τάδε πρὸς ὑμᾶς ἔχομεν, παραίνεσιν δὲ καὶ ἀξίωσιν χάριτος τοιάνδε. τὸ γὰρ παραινεῖν καὶ ἀξιοῦν ῥήματα ὄντα ὀνοματικὰ γέγονεν παραίνεσις καὶ ἀξίωσις. ταύτης ἐστὶ τῆς ἰδέας ἥ τε οὐκ ἀποτείχισις τοῦ Πλημμυρίου ἡ ἐν τῇ ἑβδόμῃ βύβλῳ καὶ ἡ ὀλόφυρσις ἣν ἐν τῇ πρώτῃ βύβλῳ τέθηκεν ἐν δημηγορίᾳ. τὸ γὰρ ἀποτειχίσαι καὶ τὸ ὀλοφύρασθαι ῥηματικὰ ὄντα ὀνοματικῶς ἐσχημάτικεν ἀποτείχισιν καὶ ὀλόφυρσιν.
6 ὅταν δὲ ἀντιστρέψας ἑκατέρου τούτων τὴν φύσιν τὰ ὀνόματα ποιῇ ῥήματα, τοῦτον τὸν τρόπον ἐκφέρει τὴν λέξιν, ὡς ἐν τῇ πρώτῃ βύβλῳ περὶ τῆς αἰτίας τοῦ πολέμου γράφει· τὴν μὲν οὖν ἀληθεστάτην αἰτίαν, λόγῳ δὲ ἀφανεστάτην, τοὺς Ἀθηναίους οἴομαι μεγάλους γινομένους ἀναγκάσαι εἰς τὸ πολεμεῖν. βούλεται γὰρ δηλοῦν, ὅτι μεγάλοι γιγνόμενοι οἱ Ἀθηναῖοι ἀνάγκην παρέσχον τοῦ πολέμου· πεποίηκεν δὲ ἀντὶ τῆς ἀνάγκης καὶ τοῦ πολέμου ὀνοματικῶν ὄντων ῥηματικὰ τό τε ἀναγκάσαι καὶ τὸ πολεμεῖν.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi