Thesauros Edebiyat Tarih Περὶ τῶν Θουκιδίδου ἰδιωμάτων πρὸς Ἀμμαῖον

Περὶ τῶν Θουκιδίδου ἰδιωμάτων πρὸς Ἀμμαῖον

Περὶ τῶν Θουκιδίδου ἰδιωμάτων πρὸς Ἀμμαῖον Dionysius of Halicarnassus
13 ὅταν δὲ πρὸς τὸ σημαῖνον ἀπὸ τοῦ σημαινομένου πράγματος τὴν ἀποστροφὴν ποιῆται ἢ πρὸς τὸ σημαινόμενον ἀπὸ τοῦ σημαίνοντος, οὕτως σχηματίζει τὸν νόμενον ἀπὸ τοῦ σημαίνοντος, οὕτως σχηματίζει τὸν λόγον· τῶν δὲ Συρακοσίων ὁ δῆμος ἐν πολλῇ πρὸς ἀλλήλους ἔριδι ἦσαν· προσθεὶς γὰρ ἑνικὸν ὄνομα τὸν δῆμον ἀπέστρεψεν ἀπὸ τούτου τὸν λόγον ἐπὶ τὸ σημαινόμενον πρᾶγμα πληθυντικὸν ὑπάρχον, τοὺς Συρακοσίους. καὶ αὖθις Λεοντῖνοι γὰρ ἀπελθόντων Ἀθηναίων ἐκ Σικελίας μετὰ τὴν σύμβασιν πολίτας τε ἐπεγράψαντο πολλοὺς καὶ ὁ δῆμος ἐπενόει τὴν γῆν ἀναδάσασθαι· ἀπὸ γὰρ τοῦ πληθυντικοῦ ὀνόματος τοῦ Λεοντῖνοι ἀπέστρεψεν τὸν λόγον ἐπὶ τὸ ἑνικὸν ὄνομα τὸν δῆμον.
14 πρόσωπα δὲ παρʼ αὐτῷ τὰ πράγματα γίνεται, καθά περ ἐν τῇ Κορινθίων πρὸς Λακεδαιμονίους δημηγορίᾳ γέγονεν· ἀξιῶν γὰρ ὁ Κορίνθιος τοὺς προεστηκότας τῆς Πελοποννήσου φυλάττειν αὐτῆς τὸ ἀξίωμα πρὸς τὰς ἔξω πόλεις, οἷον παρὰ τῶν πατέρων παρέλαβον, ταῦτα λέγει· πρὸς τάδε βουλεύεσθε εὖ, καὶ τὴν Πελοπόννησον πειρᾶσθε μὴ ἐλάσσον ἐξηγεῖσθαι ἢ οἱ πατέρες ὑμῖν παρέδοσαν· τὸ γὰρ ἐξηγεῖσθαι νῦν τέθηκεν ἐπὶ τοῦ προάγειν ἔξω τὴν Πελοπόννησον ἡγουμένους αὐτῆς· τοῦτο δὲ τῇ χώρᾳ μὲν ἀδύνατον ἦν συμβῆναι, τῇ δὲ δόξῃ καὶ τοῖς πράγμασιν τοῖς περὶ. αὐτὴν ὑπάρχουσιν δυνατόν, καὶ βούλεται τοῦτο δηλοῦν.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi